In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
αὐτοὺς ἀποπεσεῖν μὲν πάντως, οὐ μὴν ἀποπεσεῖν ταχέως,
ὥσπερ οὐδὲ τοὺς βρόχους, ἀλλ’ ὅταν ἀκριβῶς ἐκπυήσαντος
τοῦ μορίου σὰρξ ἐπιτραφῇ τε καὶ περιτραφῇ τοῖς αἱμοῤῥαγοῦσιν
ἀγγείοις. ὡσαύτως δὲ καὶ τὰς ἀπὸ τῶν καυτηρίων
ἢ φαρμάκων καυστικῶν γενομένας ἐσχάρας, οὐ χρὴ ταχέως
ἀποπίπτειν, ἀλλὰ μετὰ πολλὰ φάρμακα τὰ μὲν ὑγρὰ σηπεδονώδεσιν
ἐκχεόμενα, τὰ δὲ ἐπιπαττόμενα ξηρὰ, τὰ δὲ κατὰ
σπληνικῶν ἢ ὑδερικῶν ἐπιτιθέμενα μεγάλως ὀνίνησιν, ὅταν
μὴ ταχέως ἀποπέσῃ· καὶ κατὰ ἄλλων δὲ μορίων καὶ διαθέσεων
ἐπιτιθέμενα φάρμακα τῶν ἐχεκόλλων ὀνομαζομένων
ὀνίνησι μεγάλως χρονίζοντα· καὶ γὰρ ἐπὶ καταγμάτων καὶ
μασχαλῶν ὀλισθημάτων συνεχῶς γιγνομένων, ἔτι δὲ ποδαγρικῶν,
ἰσχιαδικῶν τε καὶ νεφριτικῶν καὶ πάντων ἀρθριτικῶν,
κεφαλαίας τε καὶ ἄλλων οὐκ ὀλίγων ἐπειράθημεν ὠφελούντων
φαρμάκων, εἰ μὴ ταχέως ἀποπέσοι. τούτων δὲ
αὐτῶν ὅσα μὲν ἐχέκολλα καλεῖται, διὰ τὸ δυσαπολύτως
κεκολλῆσθαι καὶ τοῦ χρώματος ἔχεσθαι, οὐδεμιᾶς ἐπιδέσεως
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]