In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
τὸ συμψαύειν, καὶ ἔστιν ὥσπερ ἀμείνων, οὕτω καὶ παλαιοτέρα ἡ διὰ τοῦ μάλιστα γραφή.
Ὧν δὲ συνεσταλμένα διαστεῖλαι σὺν μὲν φλεγμονῇ τἀναντία, ἄνευ δὲ ταύτης παρασκευὴ μὲν τοιαύτη, ἐπιδέσει δὲ ἐναντίη.Τὰ συνεσταλμένα τοῖς ἐκπεπταμένοις ἐναντίως διάκειται· τῶν μὲν γὰρ ἐκπεπταμένων τὰ χείλη πλεῖστον ἀλλήλαις κεχώρισται πρὸς τοὺς ἐναντίους τόπους, ὥστε τὸ ἕτερον ἐπὶ τὸ δεξιὸν ἀποκεχωρηκὸς εἴη, τὸ λεῖπον ἐπὶ τὴν, ἐν ἀριστεροῖς χώραν μεθίσταται. τούτοις δ’ ἔμπαλιν τὰ συνεσταλμένα προσελήλυθεν ἀλλήλοις οὕτως, ὡς ἤτοι τὸ ἕτερον ἐπικεῖσθαι θατέρῳ ἢ οἷον δεδηλῶσθαί πως ἑκάτερον ἢ πεπρᾶχθαι, καθάπερ τὰ ἑλισσόμενα. καὶ συμβαίνει ἐνίοτε διὰ τὴν φλεγμονὴν καὶ τοῦτο γίγνεσθαι παραπλησίως τῷ ἐναντίῳ παθήματι, καθ’ ὃ πλεῖστον ἀλλήλων ἀπῆχθαι πρὸς τὰ ἐναντία
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]