Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Kühn 1830

διδασκομένοις ὁμογενῆ, τῇ δὲ ἀνατρίψει κίνησις ἅπασα τῶν ἀτροφούντων ὁμογενής ἐστιν. ὅπου δὲ καὶ θάτερον σκέλος ἐλινύειν ἐκέλευσεν, ὁμοίως τῷ κατὰ τὸ πεπονθός κῶλον ὑγιεῖ μορίῳ, δῆλός ἐστι τῷ ἀνατρίβειν ἀξιῶν κινεῖσθαι. δυνατὸν γάρ ἐστι πῆχυν ἄνευ βραχίονος κινεῖν καὶ κνήμην ἄνευ μηροῦ, θεραπεύων ἀτροφίαν, οὐ χρῄζει ἀκινήτου πήχεος καὶ κνήμης. ἐπίσταται γὰρ οὕτως ἐκ τῶν ὑποκειμένων ἅμα τῇ κινήσει θεραπευόμενα. τῆς δὲ ὁδοιπορίας αὐτῶν διὰ τῶν πεπονθότων γινομένης ἐκεῖνα φθάνει προαπολοῦντα. καὶ γὰρ ταῖς ἀνατρίψεσι καὶ ταῖς πιττώσεσι καὶ ταῖς τῶν θερμαινόντων φαρμάκων προσφοραῖς πλεονεκτεῖ. μέγιστον δὲ τεκμήριον ἔσται σοι τοῦ θερμαινομένων τῶν ἀκρωτηρίων ἐπιῤῥεῖν αἵματος κώλοις πλέον ἡ γιγνομένη κατ’ αὐτὰ θερμότης καὶ ἐρυθρότης. τελέαν μὲν ἤδη τούτων ἔχεις τὴν ἴασιν, ἐμοῦ προστεθεικότος ἐκείνοις ἃ Ἱπποκράτης εἶπε καὶ τὴν τῶν θερμαινόντων φαρμάκων προσφορὰν, ἐν ᾧ γένει καὶ ἡ πίττωσίς ἐστιν. ὁ δὲ Ἱπποκράτης οὐκ ἐμνημόνευσεν ὅλως ἐν τούτῳ τῷ βιβλίῳ φαρμάκου, καίτοι 

Work

Title: Galen: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Volume: 18

Number: 2

Pages: 629-925

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_018.xml [549 Kb]