In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
ὀνομάζω δὲ νῦν ἄνωθέν τε καὶ κάτωθεν, ὡς κατὰ μῆκος
ὅλου τοῦ σώματος. ἐν γὰρ τῇ κατὰ τὸ πάχος αὐτοῦ διατάσει
τὰ μὲν ὑποστηρίγματα κάτω εἰσὶ, τὰ δὲ ἐπεμβλήματα
πάντ’ ἄνωθεν ὁποῖ’ ἄττα. στηρίζεται δὲ τὸ μὲν ἄκρως ἐνίοτε
περιϊστάμενον κάτωθεν, ὀρθὸν ἄνωθεν. κεφαλὴ δὲ προσκεφαλαίοις
τέ τισι καὶ ὑπαυχενίοις ἐρίοις τε καὶ ῥάκεσι μαλακοῖς.
καὶ σωλῆνες δὲ καὶ παρατιθέμενοι τοῖς κατεαγόσι
σκέλεσιν ἑκατέρωθεν στηρίγματα ἂν εἴη. τὸ δ’ ἐντιθέμενον
εἰς τὴν μασχάλην ἔριον στρογγύλον, ὅταν ἐκπεπτωκὸς
τὸ κατ’ ὦμον ἄρθρον ἐμβαλλόμενον ἐπιδῶμεν, ἐγχωρεῖ προσαγορεύειν
ἑρμάσματά τε καὶ στηρίγματα. διὰ τί δὲ ἐπιδεῖται
καὶ αὐτὸ καθ’ ὅπερ τι μέρος γίγνεται τῆς ὅλης ἐπιδέσεως.
ἕρματά γε μὴν ἔξωθεν ἐπιτιθέμενά τε καὶ παρατιθέμενα
θώρακι καὶ κεφαλῇ στηρίγματα μᾶλλον, οὐχ ἑρμάσματα
κλητέον. ἐπενοήθη δὲ ταῦτα τοῖς ἰατροῖς διὰ τὰς ἀναγκαίας
κινήσεις τῶν μορίων, ἐνίας μὲν κατὰ φύσιν οὔσας, ὡς
ἀναπνοὴν ἐπὶ τῶν κατὰ θώρακα σφυγμῶν καὶ μηνίγγων,
ἐνίας δὲ παρὰ φύσιν, ὡς βῆχα καὶ πταρμὸν καὶ λυγμόν.
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]