De Optima Doctrina (On the Best Method of Teaching)
Kühn 1821
ἀκατάληπτον φαντασίαν, ἢ τὴν ἀκαταληψίαν αὐτήν. ὡς δὲ καὶ τρία βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανὸν, ἕτερον δὲ πρὸς Δρύσωνα, καὶ τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα περὶ τῆς καταληπτικῆς φαντασίας ἐπέγραψε. καὶ καθ’ ὅλα γε αὐτὰ γενναίως ἀγωνίζεται, πειρώμενος ἐπιδεικνύναι τὴν καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.
Ἐγὼ δ’ οὔτ’ ἄλλο τι καταληπτὸν ἡγοῦμαι σημαίνειν παρὰ τὸ γνωστὸν, οὔτ’ ἄλλο τι τὸ καταλαμβάνεσθαι τοῦ βεβαίως γιγνώσκειν, ἀνάλογον δ’ αὐτοῖς λέγεσθαι τήν τε κατάληψιν καὶ τὴν καταληπτικὴν φαντασίαν. ἐπειδὴ γὰρ ἔνια μὲν οἰόμεθα ἢ βλέπειν, ἢ ἀκούειν, ἢ ὅλως αἰσθάνεσθαι, καθάπερ ἐν ὀνείροις καὶ μανίαις, ἔνια δὲ οὐκ οἰόμεθα μόνον, ἀλλὰ καὶ κατ’ ἀλήθειαν ὁρῶμεν, ἢ ὅλως αἰσθανόμεθα, ταυτὶ μὲν τὰ δεύτερα πάντες ἄνθρωποι πλὴν Ἀκαδημιακῶν τε καὶ Πυῤῥωνείων εἰς βεβαίαν γνῶσιν ἥκειν νομίζουσιν, ἃ δ’ ὄναρ ἢ παραπαιόντων ἡ ψυχὴ φαντάζεται, ψευδῆ ταῦθ’ ὑπάρχειν. εἰ μὲν δὴ
Work
Title: De Optima Doctrina
English: On the Best Method of Teaching
Original: Περὶ ἀρίστης διδασκαλίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 40-52
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_021.xml [26 Kb]