De Optima Doctrina (On the Best Method of Teaching)
Kühn 1821
συγχωροῦσιν αὐτὸ τοῦθ’ οὕτως ἔχειν, ἐξαλειψάτωσαν, ἐν οἷς γράφουσι,
μήτε τοῦ μαινομένου τὸν σωφρονοῦντα, μήτε τοῦ νοσοῦντος
τὸν ὑγιαίνοντα, μήτε τοῦ κοιμωμένου τὸν ἐγρηγορότα πιστότερον
ὑπάρχειν εἰς τὴν τῶν πραγμάτων γνῶσιν. εἰ δ’ οὐδὲν μᾶλλον
ἐκείνοις ἐστὶν ἢ τοῖς ἐναντίως διακειμένοις γνωστὸν, συγκέχυται
μὲν δήπου τὰ τῆς ἀληθείας κριτήρια, οὔτ’ αὐτὸς ὁ διδάσκαλος
ὁ Ἀκαδημιακὸς, οὔτ’ ὁ μαθητὴς αὐτοῦ δυνήσεται κρῖναι τοὺς
εἰς ἑκάτερα τῶν ἀντικειμένων εἰρημένους λόγους. ἔτι δὲ οὐ δεησόμεθα
τὴν ἀρχὴν τοιούτων διδασκάλων, δυνάμενοί γε καὶ
αὐτοὶ τὰ γεγραμμένα τοῖς ἀπὸ τῶν αἱρέσεων ἀντιδιῃρημένων
ἀναγινώσκειν, καὶ οὐδὲν ἧττον τῶν Ἀκαδημιακῶν εἰδέναι, κᾂν
ἀσαφὲς αὐτῶν τὶ ᾖ, τὸ μὲν παρὰ τῷ Χρυσίππῳ τοῖς Στωϊκοῖς
διδασκάλοις ἀσφαλέστερον ὀνομάζειν ἐστὶ, τὸ δὲ παρὰ
Θεοφράστῳ καὶ Ἀριστοτέλει τοῖς περιπατητικοῖς. οὕτω δὲ
κᾀπὶ τῶν ἄλλων, ὥστ’ οὐδὲν ἄν τι λείποιτο πρὸς διδασκαλίαν
τοῖς Ἀκαδημιακοῖς, ὅσον ἐπὶ τῷ Φαβωρίνου λόγῳ
τοῖς μὲν γὰρ πρεσβυτέροις αὐτὸ δὴ τοῦτο ἦν δίδαγμα, τὸ
μηδὲν εἶναι κριτήριον ἀνθρώπῳ δεδομένον ὑπὸ τῆς φύσεως,
Work
Title: De Optima Doctrina
English: On the Best Method of Teaching
Original: Περὶ ἀρίστης διδασκαλίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 40-52
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_021.xml [26 Kb]