Digital Corpus for Graeco-Arabic Studies

Galen: De Optima Doctrina (On the Best Method of Teaching)

Kühn 1821

καὶ κριτήρια τεχνικὰ, δι’ ὧν τὰ μὲν αὐτοῖς συντιθέασι, τὰ δὲ ὑφ’ ἑτέρων συγκείμενα κρίνουσιν, κᾀγὼ διδάξω ὅλως, ὄργανά τε καὶ κριτήρια, τὰ μὲν οἷς κατασκευάσεις τοὺς ἀληθεῖς λόγους, τὰ δ’ οἷς τοὺς ἐφ’ ἑτέρων κρινεῖς γεγονότας. ἔχει γὰρ οὕτως τὸ πᾶν. εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ τι φαίνοιτο πρὸς αἴσθησιν ἢ νόησιν ἐναργῶς, οὐ χρῄζει τοῦτο ζητήσεως. εἰ δὲ μήτε τι τοιοῦτον ὑπάρχῃ, τῆς ἐξ ἑτέρου προςδεῖται γνώσεως. ἐγὼ μὲν ἐπαγγέλλομαί σοι διδάξειν ἔνια μὲν τοῖς κατὰ τὰς τέχνας ὀργάνοις ἀνάλογα, ἐξ ὧν εὑρήσεις τὸ ζητούμενον· ἔνια δὲ τοῖς κριτηρίοις, ἐξ ὧν τὸ δοκοῦν εὑρῆσθαι κρινεῖς. ἐπειδὰν δὲ μάθοις ταῦτα, ἐπὶ πολλῶν παραδειγμάτων γυμνάσω σε ταχέως τε ἅμα καὶ ἀκριβῶς εὑρίσκειν, καὶ κρίνειν τὸ ζητούμενον, ὥστ’ οὐδὲ βιβλίου δεήσει τινὸς ἔτι ἤδη πρὸς τὴν τῶν ἀληθῶν εὕρεσιν, οὔτε διδασκαλίας ἑτέρας, εὐθύς τε δήπου καὶ τοὺς ἄλλο τι λέγοντας ὧν εὕροις, ἑτοίμως γνωρίσειας. ὥσπερ γὰρ ὁ τὴν εὐθεῖαν ὁδὸν γιγνώσκων εὐθεῖαν οὖσαν οὐ δεῖται διδασκαλίας

Work

Title: Galen: De Optima Doctrina
English: On the Best Method of Teaching
Original: Περὶ ἀρίστης διδασκαλίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 40-52

Publisher: Cnobloch, Leipzig

Download