De Optima Doctrina (On the Best Method of Teaching)
Kühn 1821
ἢ πιστὸν ἐξ ἑαυτοῦ, διέφθαρται πάντων ἡ κρίσις. εἰ δ’ ἔστι
μὲν, ὥσπερ ὀφθαλμὸς τῷ σώματι, τοιοῦτος ἐν τῇ ψυχῇ νοῦς,
οὐ μὴν ἅπασί γε ὁμοίως ὀξὺς, ἐγχωρεῖ, καθάπερ ὁ βλέπων
ὀξύτερον ἐπάγει πρὸς τὸ θέαμα τὸν ἀμβλύτερον ὁρῶντα,
κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νοημάτων, ὑπὸ τῶν
φθασάντων ἰδεῖν ἐναργῶς τὸ νοητὸν, ἐπάγεσθαι πρὸς τὴν
θέασιν αὐτοῦ τὸν ἀμβλύτατον, καὶ τοῦτ’ ἐστὶν ὁ διδάσκαλος,
ὡς ὁ Πλάτων τε φησὶ, κᾀγὼ πείθομαι. καὶ γέγραπταί
γέ μοι περὶ τούτων ἐπὶ πλέον ἐν τῇ τῆς ἀποδείξεως πραγματείᾳ,
ὅτι τοιαύτη τις οὖσα ἦν πρὸς τὴν νόησιν ἐναργὴς
ἡ διδασκαλία. γέγραπται δὲ καὶ, ὅπως ἄν τις ὁρμώμενος
ἀπὸ τῶν ἐν ἑκάστῳ στοιχείων τε καὶ ἀρχῶν ἀποδεικνὺς εἴη
μάλιστα πᾶν, ὅσον ἀποδειχθῆναι δυνατὸν, οὐχ ὡς ὁ θαυμαστὸς
Φαβωρῖνος, ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι
μηδὲ τὸν ἥλιον εἶναι καταληπτὸν, ὡς ἐπιλήσμοσιν ἡμῖν
ἑτέρωθι διαλέγεται, συγχωρεῖ τέ τι βεβαίως εἶναι γνωστὸν
καὶ τοῦτ’ ἐπιτρέπων αἱρεῖσθαι τοῖς μαθηταῖς.
Work
Title: De Optima Doctrina
English: On the Best Method of Teaching
Original: Περὶ ἀρίστης διδασκαλίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 40-52
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_021.xml [26 Kb]