De Optima Doctrina (On the Best Method of Teaching)
Kühn 1821
ἑτέρας εἰς ἔλεγχον τῶν πεπλανημένων, οὕτω καὶ ὁ τὴν εὐθεῖαν ὁδὸν τῆς ἀποδείξεως ἐκμαθὼν, εὐθὺς ἅμα ταύτῃ καὶ τὰς πεπλανημένας γνωρίζει.
Φαβωρῖνος δέ μοι δοκεῖ παραπλήσιόν τι ποιεῖν τῷ φάσκοντί σε εἶναι τυφλὸν, δύνασθαι δὲ κρίνειν, πότερος ἡμῶν ἐστι ῥυπαρώτερος ἢ λευκότερος· οὐκ ἐννοῶν, ὅτι τῷ μὲν μέλλοντι τὰ τοιαῦτα κρίνειν ὑπάρχειν χρὴ πρότερον ὄψιν. οὐ μὴν οὐδὲ διαφέρει πρὸς τὴν κρίσιν, ἢ μήδ’ ὅλως ἔχειν ὄψιν, ἢ ἔχοντα μὴ πιστεύειν αὐτῇ. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι ᾧ κρίνομεν, ὁποῖόν ἐστί τι, καὶ ὅτι τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα ὑπάρχει, καθάπερ τοῖς ὄνοις οὐκ ἄν τις ἐπιτρέψειεν, ὅτι μήδ’ ὅλως ἔχουσι νοῦν, οὕτως οὐδὲ τοῖς ἀνθρώποις, εἰ μηδὲ οὖτοι πιστὸν ἔχουσι τὸν νοῦν. οὐδὲν γὰρ διαφέρει πρὸς τὴν τῶν κρινομένων διδασκαλιῶν ἀπιστίαν, ἢ μήδ’ ὅλως ἔχειν τὶ κριτήριον, ἀλλ’ ἢ ἀπιστεῖν αὐτῷ. γελοῖος οὖν ἐστὶν ὁ Φαβωρῖνος ἐπιτρέπων κρίνειν τοῖς μαθηταῖς, ἄνευ τοῦ συγχωρῆσαι τὴν πίστιν τοῖς κριτηρίοις. εἰ γὰρ οὐδέν ἐστιν ἐναργὲς τῷ νῷ,
Work
Title: De Optima Doctrina
English: On the Best Method of Teaching
Original: Περὶ ἀρίστης διδασκαλίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 40-52
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_021.xml [26 Kb]