Ǧawāmiʿ kitāb Ǧālīnūs fī firaq al-ṭibb ʿalā l-šarḥ wa-l-talḫīṣ li-l-Iskandarānīyīn (Alexandrian Summary of Galen's Book On the Medical Sects)
Kühn 1821
δ’ ὁμολογοῦντος τοῖς ἐναργέσι, τάχα ἄν σοι δείξαιμι
τὸ παρορώμενον, ὑπομνήσας τοῦ φαινομένου. δηχθέντες ὑπὸ
κυνὸς λυττῶντος ἄνθρωποι δύο πρὸς τοὺς συνήθεις ἰατροὺς
ἐπορεύθησαν ἰάσεως δεόμενοι. μικρὸν δ’ ἦν ἑκατέρων τὸ
ἕλκος, ὡς μηδὲ τὸ δέρμα πᾶν διηρῆσθαι. καὶ τὴν θεραπείαν
ὁ μὲν ἕτερος αὐτῶν ἐποιεῖτο τοῦ ἕλκους μόνον, μηδὲν
ἄλλο πολυπραγμονῶν, καὶ ὀλίγων γε ἡμερῶν ὑγιὲς ἀπέφηνε
τὸ μέρος. ὁ δὲ ἕτερος, ἐπειδὴ λυττᾷν ἔγνω τὸν
κύνα, τοσοῦτον ἀπέδει τοῦ σπεύδειν εἰς οὐλὴν ἄγειν τὸ
ἕλκος, ὥστε αὐτὸ τοὐναντίον ἀεὶ καὶ μᾶλλον εἰργάζετο μεῖζον,
ἰσχυροῖς τε καὶ δριμέσι χρώμενος φαρμάκοις ἕως χρόνου
συχνοῦ, καὶ πίνειν προσηνάγκαζεν αὐτὸν ἐν τῷ χρόνῳ τούτῳ
φάρμακα, καὶ λύττης ἰάματα, ὡς ἔφασκεν αὐτός. καὶ δὴ
καὶ οὕτως ἐτελεύτα τὸ συμβὰν ἀμφοτέροις. ὁ μὲν ἐσώθη
τε καὶ ὑγιὴς ἐγένετο, ὁ πίνων τὰ φάρμακα· ὁ δὲ ἕτερος, οὐδὲν
ἔχειν οἰόμενος κακὸν, ἐξαίφνης ἔδεισέ τε τὸ ὕδωρ, καὶ
σπασθεὶς ἀπέθανεν. ἆρά σοι δοκεῖ μάτην τὸ προκαταρκτικὸν
αἴτιον ἐν τούτοις ἐρευνᾶσθαι; ἢ δι’ ἄλλο τι ἀπέθανεν
Work
Title: Ǧawāmiʿ kitāb Ǧālīnūs fī firaq al-ṭibb ʿalā l-šarḥ wa-l-talḫīṣ li-l-Iskandarānīyīn
English: Alexandrian Summary of Galen's Book On the Medical Sects
Domains: Medicine
Related to
Title: De Sectis ad eos qui introducuntur
English: On Sects for Beginners
Original: Περὶ αἱρέσεων τοῖς εἰσαγομένοις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 64-105
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_022.xml [82 Kb]