Ǧawāmiʿ kitāb Ǧālīnūs fī firaq al-ṭibb ʿalā l-šarḥ wa-l-talḫīṣ li-l-Iskandarānīyīn (Alexandrian Summary of Galen's Book On the Medical Sects)
Kühn 1821
πάντα ἅμα, ὥσπερ οὐδὲν διαφέροντα. καὶ εἴ τις ἐπιχειρήσειε
διδάσκειν αὐτοὺς, ὅπως διαφέρει ταῦτα ἀλλήλων, καὶ
ὡς ἕκαστον αὐτῶν ἰδίας δεῖται θεωρίας, οὐχ ὑπομένουσιν
ἀκούειν, ἀλλὰ καὶ τοῖς παλαιοῖς ἐπιπλήττουσιν, ὡς μάτην
τὰ τοιαῦτα διοριζομένοις. οὕτως ἀταλαιπώρως ἔχουσι πρὸς
τὴν τῆς ἀληθείας ζήτησιν. ἀλλ’ οὐδ’ ὅτι τῷ μὲν χαλαρῷ
τὸ συντεταμένον ἐστὶν ἐναντίον, τῷ δὲ μαλακῷ τὸ σκληρὸν,
τῷ δ’ ἀραιῷ τὸ πυκνὸν, ἀκούειν ἀνέχονται· καὶ ὡς
παρὰ ταῦτα πάντα ἕτερόν τί ἐστι τὸ ἐπέχεσθαι τὰς φυσικὰς
ἐκκρίσεις καὶ τὸ ῥεῖν· καὶ ὡς ὑφ’ Ἱπποκράτους ταῦτα
πάντα διώρισται. προπετῶς δὲ περί τε τούτων αὐτῶν ἀποφαίνονται,
καὶ τὴν φλεγμονὴν, οὕτω δὲ καλοῦσι τὸν σκληρὸν
καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν καὶ θερμὸν ὄγκον, ἑτοίμως
πάνυ καὶ ἀσκέπτως, στεγνὸν εἶναι πάθος φασίν. εἶτ’ αὖθις
ἑτέρας φλεγμονὰς ἐπιπεπλεγμένας ὀνομάζουσι, ὥσπερ
τὰς ἐν ὀφθαλμοῖς, ὅταν μετὰ ῥεύματος ὦσι, καὶ τὰς ἐν
παρισθμίοις, καὶ γαργαρεῶνι, καὶ οὐρανίσκῳ, καὶ οὔλοις.
Work
Title: Ǧawāmiʿ kitāb Ǧālīnūs fī firaq al-ṭibb ʿalā l-šarḥ wa-l-talḫīṣ li-l-Iskandarānīyīn
English: Alexandrian Summary of Galen's Book On the Medical Sects
Domains: Medicine
Related to
Title: De Sectis ad eos qui introducuntur
English: On Sects for Beginners
Original: Περὶ αἱρέσεων τοῖς εἰσαγομένοις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 64-105
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_022.xml [82 Kb]