
De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
πολλοὺς ὁρῶ, μηδὲ μετὰ παρακλήσεως ἐπ’ αὐτὴν ἰόντας,
ἀλλ’ ὀκνοῦντάς τε, καὶ ἀποτρεπομένους, σὲ δ’ ἐκείνων ἔμπαλιν
ἔχοντα· ἀποτρεπομένων γὰρ ἁπάντων, ἄχρι γε τοῦ
δεῦρο, καὶ πρὸς ἄλλας ὁδοὺς ἐκτρεπόντων, αὐτήν γε κατιδόντα
τὴν ἀλήθειαν, ὡς ἐφ’ ὑψηλοῦ τινος ᾤκισται, καὶ τοῦ
κάλλους αὐτῆς ἐραστὴν δριμύτατον γενόμενον, οὔτ’ ὀκνεῖν
τὴν ὁδὸν, οὔτ’ ἐπιτρέπειν ἑαυτῷ μόνῳ τὴν πορείαν. ἐν
μὲν δὴ τῷ παρόντι, σύστασιν ἰατρικῆς τέχνης ἐπιθυμῶν
ἐξευρεῖν ἀληθῆ, μεστὸς ὠδίνων ἦσθα τὴν ψυχήν. ὡς δ’
ἐγὼ ὑποτοπάζω, μικρὸν ὕστερον ἐμπλησθήσῃ μείζονος ὀρέξεως,
εἰ θεάσαιο τὸ τῆς ἀληθείας φῶς καταλαμπόμενον,
ἑτέραν οὐχ εὑρὼν ὁδὸν καλλίονα τῆς νῦν σοι ζητουμένης.
ὁρῶ γάρ σε περὶ τὴν τἀληθοῦς εὕρεσιν ἐνθέως διακείμενον,
ἐφ’ ἧς ἂν ὕλης φαντάζοιο. λέγοντος οὖν σου, μυρίοις μὲν
ὑποβεβληκέναι τὰ ὦτα μαθήσεως ἕνεκα τέχνης ἰατρικῆς,
οὔτε δ’, ὅθεν ἄρχεσθαι χρὴ, σὺν ἀποδείξει τε καὶ μεθόδῳ
παρ’ οὐδενὸς ἀκηκοέναι, καὶ πολὺ δὴ μᾶλλον οὐδὲ
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]