De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
θηράσαι τε καὶ κτήσασθαι τῶν ὄντων τι, καθάπερ
ἥ τε ἁλιευτικὴ καὶ κυνηγετικὴ, καὶ συλλήβδην εἰπεῖν, ἡ θηρευτικὴ
πᾶσα· πρόκειται δέ σοι συστήσασθαι μεθόδῳ τέχνην
ἰατρικὴν, ἐπίσκεψαι πρῶτον, ἐκ ποίου γένους ἐστὶ τῶν
τεχνῶν· ἆρά γε τῶν θεωρητικῶν ἐστι μία τις, ἢ τῶν πρακτικῶν,
ἢ ποιητική τις, ἢ κτητική. τοῦτο δὲ οὐ χαλεπὴν οὔτε
τὴν ζήτησιν οὔτε τὴν εὕρεσιν ἔχει. διὸ γὰρ ὅλως ἐπεθύμησας
κτήσασθαι τέχνην τοιαύτην, ἀναμνησθῆναί σε χρή. πρῶτον
οὖν σε πάντων αὐτὸ τοῦτο ἠρόμην, ἡνίκα ἡμῖν ἡ ἀρχὴ τοῦ
τοιούτου ἐγίγνετο γυμνάσματος, ἀπεκρίνω δέ μοι, βούλεσθαι
τοὺς παρὰ φύσιν ἔχοντας ἀνθρώπους τὸ σῶμα, μάλιστα
μὲν, εἰ οἷόν τε, πάνυ εἰς τὴν φύσιν ἐπαναγαγεῖν, εἰ
δ’ ἄρα τοῦτ’ ἀδύνατον, ἀλλὰ τοῦ γε διαγινώσκειν ἑκάτερον,
ὅσοι τε ἰάσιμοι, καὶ ὅσοι μὴ, κτήσασθαί τινα γνῶσιν.
ἐπεὶ δὲ ταύτην ἀρχὴν ἔδωκας τῷ λόγῳ, τῶν ποιητικῶν
ἔφην σε τεχνῶν ἀποφαίνειν, ἣν συστήσασθαι ποθεῖς, εἴ γε
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]