
De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
πηλίκον τε τὸ μέγεθος, ἔτι τε τὸν ἀριθμὸν αὐτῶν
ἅπαντα, καὶ τὴν πρὸς ἄλληλα σύνθεσιν. ὥσπερ οὖν ὁ τὴν
ἤδη γεγενημένην οἰκίαν, ὁποία τίς ἐστιν, ἀκριβῶς γνῶναι
βουλόμενος ἐξ ἀναλύσεως καὶ διαλύσεως ἐπὶ τὴν διάγνωσιν
αὐτῆς ἐπεγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἡμεῖς ἐξ ἀνατομῆς
ἀνθρώπου σῶμα γνωσόμεθα. θεὸς μὲν γὰρ καὶ φύσις, ὡς
ὁ πρῶτον οἰκίαν ἐργασάμενος, οὕτω προγιγνώσκουσι τὰ μέρη,
τῆς χρείας αὐτοῖς τὸ παράδειγμα γεννώσης· ἡμεῖς δὲ, ὡς ὁ
τὴν ἤδη γεγενημένην οἰκίαν ἱστορῶν. καίτοι καὶ ἡμεῖς εἰ μὴ,
καθὼς οἷόν τε, παραπλησίαν θεῷ ποιησαίμεθα τὴν γνῶσιν,
ἀδύνατον ἡμῖν ἔσται διαγνῶναι, πότερον ἅπαντα διὰ
χρείαν τινὰ γέγονεν, ἣ μάτην ἔνια. καὶ γὰρ ταῦτα ἄμφω
δυνατόν ἐστιν ἐπινοεῖν, καὶ πρὸς τούτοις ἔτι πρὸς κακοῦ
τινα γεγονέναι. καὶ μέντοι καὶ ἡ γνῶσις ἡ τῶν ἄριστα
κατεσκευασμένων σωμάτων ἐντεῦθεν παραγίνεται. ἀλλὰ περὶ
μὲν τούτων αὖθις. ἐξ ἀνατομῆς δὲ τὰ ὁμοιομερῆ προσαγορευόμενα
σώματα μαθόντες, ὁποῖόν τε τὴν διάπλασιν ἕκαστον
αὐτῶν ἐστιν, πηλίκον τε τὸ μέγεθος, ὅσα τε τὰ σύμπαντα,
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]