
De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
καὶ ὅπως συγκείμενα, τῶν συνθέτων μορίων ἐπιστήμην
ἔχομεν, ἃ δὴ καὶ προσαγορεύομεν ὀργανικά· τοιοῦτό
ἐστι σκέλος, τοιοῦτον χεὶρ, τοιοῦτον δάκτυλος, ὀφθαλμὸς,
γλῶττα, πνεύμων, ἧπαρ, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν
καὶ τὰς ἐνεργείας διττὰς εὑρεῖν ἐστὶ τῶν μορίων, ἑτέρας
μὲν τῶν ἁπλῶν τε καὶ ὁμοιομερῶν, ἑτέρας δὲ τῶν συνθέτων
τε καὶ ὀργανικῶν. ἔνεστι γοῦν καὶ τὸ σκέλος ὅλον ἰδεῖν
κινούμενον· ἔνεστι δὲ καὶ τῶν ἐν αὐτῷ μυῶν ἕκαστον. καὶ
καθ’ ἕκαστόν τε τῶν μυῶν ἐγκάρσιον ὅλως διακοπέντος, κίνησίν
τινα διαφθειρομένην τοῦ σκέλους. ἔνεστι δ’ ἱστοροῦντα
τὰ κατὰ τὸ σῶμα, καὶ ὅτι τὸ καθῆκον εἰς τὸν μῦν
νεῦρον ἐπειδὰν τρωθῇ, πρῶτος μὲν αὐτὸς ὁ μῦς ἀναίσθητός
τε καὶ ἀκίνητος γίνεται, σὺν αὐτῷ δὲ καὶ τὸ κινούμενον
ἄρθρον. ὅθεν, οἶμαι, καὶ ἀναγκαῖόν ἐστι συνισταμένοις
ἡμῖν τὴν τέχνην, οὐ μόνον γνῶναι τὰ μόρια καὶ τὴν σύνθεσιν,
ἀλλὰ καὶ τὰς ἐνεργείας αὐτῶν, καὶ ταύτῃ διοίσομεν
οἰκοδομησάντων. ἐκεῖνοι μὲν γὰρ τὰ μόρια μόνα καὶ τὴν
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]