De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
τῶν πραγμάτων, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἐδείκνυτο, τὴν
πρώτην ἀρχὴν ἕξει. τίς οὖν ὑγιαινούσης κατασκευῆς τοῦ
σώματος ἔννοια, καὶ τίς ἤδη νοσούσης; ἡ μὲν οὖν ὑγιαίνουσα
κατασκευὴ τοῦ σώματος ἀβλαβεῖς ἔχει τὰς κατὰ
φύσιν ἐνεργείας· ἡ δὲ νοσοῦσα βεβλαμμένας. ὥστ’, ἐπειδάν
τις ὑγιαίνων ἀσθενεστέρας μὲν ὑγιαίνοντος ἑτέρου τὰς
ἐνεργείας ἔχῃ, μηδέπω δ’ ἤδη βεβλαμμένας, δυσκρατότερος
μέν ἐστι, νοσεῖ δ’ οὐδέπω. μία μὲν οὖν ἡ εὐκρατοτάτη
τῶν ἕξεών ἐστι τῶν ὑγιεινῶν, ὀκτὼ δὲ δύσκρατοι. νόσος δὲ
εὔκρατος μὲν οὐδεμία, δύσκρατοι δὲ σύμπασαι, τοσαῦται
τὸν ἀριθμὸν, ὅσαι περ αἱ ὑγιειναὶ δυσκρασίαι. εἰ δ’ οὐκ
ἀρέσκει τινὶ τῶν ὑγιαινόντων τοὺς μὲν εὐκράτους τίθεσθαι,
τοὺς δὲ δυσκράτους, οὗτος ἀναγκασθήσεται δυοῖν δογμάτων
ἑλέσθαι θάτερον, ἢ διαπαντὸς ἅπαντας νοσεῖν, ἢ μίαν
ἁπάντων εἶναι κρᾶσιν ἀνδρῶν καὶ γυναικῶν, ἀκμαζόντων,
γερόντων, παίδων, ἀθλητῶν, ἰδιωτῶν, ἐργατῶν, ἀργῶν,
ἰσχυρῶν, ἀσθενῶν, ἀλλ’ ἑκάτερον ἄτοπον. ἀναγκαῖον οὖν
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]