De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
ἐξ αὐτοῦ τοῦ φανέντος ἔνδειξις ἡλκῶσθαί τι τοιοῦτον ἐνδείκνυται
μέρος, ὡς ἐπιπολῆς ὑμενώδη φύσιν ἔχειν, ἀφωρισμένον
δὲ αὐτὸ δηλοῦν ἀδυνατεῖ. τὸ μέντοι τῆς ἐκκρίσεως χωρίον
ἐπ’ αὐτὸ τὸ πεπονθὸς ποδηγεῖ. κάτω μὲν γὰρ διαχωρῆσαν
ἐντέρου δηλοῖ τὴν ἕλκωσιν, ἄνω δὲ ἐμεθὲν γαστρὸς, ἀναβηχθὲν
δὲ τῶν ὑπαλειφόντων τὰς τραχείας ἀρτηρίας ὑμένων,
οὐρηθὲν δὲ ἤτοι κύστεως, ἢ τοῦ κατὰ τὸ αἰδοῖον
πόρου. αὐτά τε οὖν ταῦτα καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ
συμπάθειάν τε καὶ πρωτοπάθειαν κάμνοντα σώματα διακρίνειν
ἀλλήλων προσήκει τῇ τε ἡγεμονίᾳ καὶ ἀκολουθίᾳ,
καὶ τῷ μεγέθει τε καὶ τῇ σμικρότητι καὶ προσέτι τῇ τῶν κακούντων
ἑκάτερον αἰτίων προσόδῳ. πολλοὶ γοῦν ἐπὶ στομαχικαῖς
διαθέσεσιν ἤτοι τοῦ ἐγκεφάλου εἰς συμπάθειαν ἀχθέντος
ἐν μελαγχολικοῖς ἐγένοντο συμπτώμασιν, ἢ τῶν ὀφθαλμῶν
ἐν τοῖς τῶν ὑποχεομένων. ἀλλ’ ἐπὶ τῶν τοιούτων ἐάν τις
ἀκριβῶς προσέχῃ τὸν νοῦν, εὑρήσει ταῖς ἀπεψίαις τε καὶ
ταῖς τῶν περιττωμάτων ἀθροίσεσιν ἐν στόματι κοιλίας ἑπόμενα
τὰ εἰρημένα παθήματα, καὶ συμπαροξυνόμενά τε τοῖς
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]