De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
τῶν κατ’ ἰγνύα τε καὶ σφυρὰ φλεβῶν ἐκκενώσομεν, ὥσπερ γε
καὶ ὅσα κατὰ τὰς μήτρας ἴσχεται. τὰ δὲ κατὰ θώρακα καὶ
πνεύμονα διὰ τῆς ἔνδον κατ’ ἀγκῶνα φλεβός. τὰ δὲ κατὰ
κεφαλήν τε καὶ τράχηλον ἐκ τῆς ὠμιαίας. ἡ γὰρ τῶν ἐγγυτάτων
τε καὶ κοινῶν τῷ πεπονθότι μορίῳ φλεβῶν κένωσις
ἀρίστη τε καὶ ῥᾴστη. καὶ τὸ διαφορεῖν δὲ τὸ φλεγμαῖνόν
ἐστι μὲν δήπου καὶ αὐτὸ τὴν ἐκ τοῦ νοσήματος
ἔνδειξιν ἔχον. ὑπαλλάττεται δ’ ἐν τῇ κατὰ μέρος τῶν
βοηθημάτων χρήσει τὴν παρὰ τῆς θέσεως τοῦ πεπονθότος
μορίου προσλαμβάνον ἔνδειξιν. ὅσα μὲν γὰρ ἐπιπολῆς κεῖται,
τοιοῦτον ἐπ’ αὐτῶν εἶναι προσήκει τὸ διαφορῆσον φάρμακον,
οἷονπερ ἐνδείκνυται τὸ τῆς φλεγμονῆς εἶδος. ὅσα δ’ ἐν
βάθει, τοσοῦτον δριμυτέρων δεῖται φαρμάκων,
ὅσῳ τῶν ἐκτὸς ἀποκεχώρηκεν, ὥστε καὶ σικύας ἐπ’ αὐτῶν
ἐνίοτε χρῄζομεν, εἰ κατὰ συχνοῦ κέοιτο βάθους, ὅπερ ἐναντιώτατόν
ἐστι τοῖς ἐπιπολῆς φλεγμαίνουσιν. οὕτω δὲ καὶ
εἴ που στύφοντος εἴη φαρμάκου χρεία, σκοπεῖσθαι τοῦ δεομένου
χωρίου τὴν θέσιν. εἰ μὲν γὰρ ἱκανόν ἐστιν ἐξικέσθαι
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]