De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
τῆς εὑρέσεως. εἰ δὲ τινὰ μὲν οὐδ’ ὅλως ἔσχον, ὥσπερ οὖν
ὁμολογοῦσι καὶ αὐτοὶ, τινὰ δ’ ἄδηλον εἰ ἔσχον, ἡμεῖς δὲ
σύνισμεν αὑτοῖς ἔχουσιν ἅπαντα, θαῤῥούντως χρὴ προσιέναι
τῇ ζητήσει. τίνα τοίνυν ἐστὶν, ἃ χρὴ συνελθεῖν, ἵνα ζητῶν
ὁτιοῦν τις ἤτοι γνῷ τἀληθὲς, ἢ μὴ γνοὺς οὐκ ἀπογνῷ
τῆς εὑρέσεως; ἑπτὰ δηλονότι. πρῶτον μὲν ὀξεῖα φύσις,
ὥστε ὅπερ ἂν ἐκδιδάσκηται μάθημα λογικὸν ἑτοίμως ἕπεσθαι.
δεύτερον δὲ ἡ ἐκ τῆς παιδικῆς ἡλικίας ἀγωγή τε καὶ ἄσκησις,
ὡς ἐν τοῖς πρώτοις γενέσθαι μαθήμασι. μάλιστα δ’
αὐτὸν ἐν ἀριθμητικῇ τε καὶ γεωμετρίᾳ γυμνάσασθαι δεῖ,
καθάπερ καὶ Πλάτων συμβουλεύει. τρίτον ἐπὶ τούτοις
ἅπασιν ὑποσχεῖν τὰ ὦτα τοῖς κατὰ τὸν ἑαυτοῦ χρόνον ἀρίστοις
εἶναι δοκοῦσιν. εἶτα τέταρτον αὐτὸν εἶναι φιλοπονώτατον,
ὡς μηδὲν μήθ’ ἡμέρας, μήτε νυκτὸς ἐκμελετᾷν
ἄλλο πλὴν τῶν μαθημάτων. εἶτα πέμπτον, ὅπερ ὀλιγίστοις
ὑπῆρξεν, ἀληθείας ὀρεχθῆναι, καὶ τοῦτο σπουδάσαι μόνον ἐν
ἅπαντι τῷ βίῳ, καταφρονήσαντα τῶν ἄλλων ἁπάντων, ἃ τοῖς
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]