De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
ἁπλουστάτων, ὡς πρὸς τὴν αἴσθησιν, οὕτω καὶ αὐτὸ τοῦτο
ἐξευρεῖν, ὁποῖα τὰ. πρὸς τὴν φύσιν ἐστὶ τὰ πρῶτά τε καὶ
ἁπλούστατα μόρια. μὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς,
ὡς ἐπὶ παραδείγματος, ὁ λόγος ἡμῖν γιγνέσθω. τῆς σαρκὸς
ἐπισκεπτομένης, πρῶτον μὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ
γεννῆσαν αὐτὴν στοιχεῖον. οὐδὲν γὰρ χεῖρον οὕτως
ὀνομάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ μόριον.
εἶθ’ ἑξῆς, εἴπερ μὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά. κᾄπειτα,
πόσα γε, καὶ τίνα, καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συνθέσεως.
ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεμνομένη τε καὶ θερμαινομένη
σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον,
οἷον Ἐπίκουρος ὑπέθετο τὴν ἄτομον. ὅτι γὰρ οὐχ ἓν τῷ εἴδει τὸ
στοιχεῖόν ἐστι τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεμία τῶν ἀτόμων
αὐτὴ καθ’ ἑαυτὴν οὔτε θερμὴ τὴν φύσιν ἐστὶν, οὔτε ψυχρὰ,
οὐ μὴν οὐδὲ λευκὴ τίς ἐστιν ἐξ αὐτῶν ἢ μέλαινα. καὶ τί διατρίβω,
καὶ καταμηκύνω κατακερματίζων τὸν λόγον; ὅλως γὰρ
οὐδεμία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόμῳ, ὡς οἱ πατέρες αὐτῶν
βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]