De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
γενικὰς αὐτῶν ἰδέας διήλθομεν, ὡς χρὴ τὰ μὲν ψύχειν, τὰ
δὲ θερμαίνειν, τὰ δὲ ὑγραίνειν, τὰ δὲ ξηραίνειν. οὗτοι
γὰρ ἐν τοῖς ὁμοιομερέσιν οἱ σκοποὶ, καθάπερ ἐν τοῖς κατὰ
τὸ πηλίκον, ἤτοι καθαίρειν ἢ ἀνατρέφειν, οὕτω δὲ κᾀν τοῖς
κατ’ ἀριθμὸν, ἢ ἐξαιρεῖν ὅλον, ἢ γεννᾷν. ἐν δὲ τοῖς κατὰ
διάπλασιν εἰς τὰ κατὰ φύσιν ἐπαναγαγεῖν σχήματα, καὶ
κενοῦν τὰ πεπληρωμένα, καὶ πληροῦν τὰ κεκενωμένα, καὶ
τὰς ἐμφράξεις ἐκφράττειν, καὶ τὰς ἀναστομώσεις συνάγειν,
καὶ τὰ μεμυκότα, καὶ πεπυκνωμένα πρὸς τοὐναντίον ἐπιστρέφειν,
τὰ μὲν ἀναστομοῦντα, τὰ δὲ ἀραιοῦντα. οὕτω
δὲ κᾀν τῷ κατὰ τὴν σύνθεσιν νοσήματι πρὸς τὸ κατὰ
φύσιν ἐπανάγειν ὁ σκοπὸς, κᾀν τῷ τὴν ἕνωσιν λελύσθαι
κόλλησιν ἐργάζεσθαι τῶν κεχωρισμένων. ἀλλ’ ἐν ἅπασι
τούτοις ἐξευρίσκειν ὕλας βοηθημάτων οὐ μικρόν ἐστι μόριον
τῆς τέχνης. οἷον εὐθέως ἐπὶ τῶν παραλλαττόντων ἄρθρων,
ἐπειδὴ συμβαίνει μὴ μόνον ὀπίσω καὶ πρόσω, καὶ ἔνθα καὶ
ἔνθα μεταχωρεῖν τὸ ἐξιστάμενον, ἀλλὰ καὶ πρὸς τὸν ἄνω
τόπον ὑπὸ τῆς τῶν μυῶν συντονίας ἀνέλκεσθαι, διττῆς
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]