De Constitutione Artis Medicae ad Patrophilum (On the Composition of the Art of Medicine)
Kühn 1821
βίου πράξεις ἐνεργειῶν ἀπάγειν οὐχ ἱκανὰ, καὶ πολὺ δὴ
μᾶλλον ἀνορεξία τις, ἢ ὄρεξις ἐπιτεταμένη σιτίων· ἄμφω
γὰρ γίγνεται τοῦ σώματος οὐκ ἀκριβῶς ὑγιαίνοντος, ὥσπερ
γε καὶ ἀδίψους παρὰ λόγον, ἢ διψώδεις, ἢ δακνομένους τὸν
στόμαχον, ἢ τὴν κοιλίαν, ἢ κοπώδεις ἑαυτοὺς αἰσθάνεσθαι.
τοιοῦτος γάρ τις ὁ τύπος ἐστὶ τῶν συμβαινόντων τοῖς ὑποφερομένοις
εἰς νόσον. ἡ δ’ ἐπανόρθωσις τῶν ἐργαζομένων
αὐτὰ διαθέσεων, συνελόντι μὲν εἰπεῖν, διὰ τῶν ἐναντίων,
ὡς ἔμπροσθεν δέδεικται. κατὰ μέρος δ’ ἐπιόντι, τὸ
μὲν περιττὸν ἅπαν ἐκκενοῦν προσήκει, διορισάμενον ὅπως
ἐστὶ περιττὸν, εἴτε ὡς ποσὸν, εἴτε ὡς ποιὸν, εἴτε ὡς ἄμφω.
τὸ δ’ ἐπανελθεῖν δυνάμενον εἰς τὸ κατὰ φύσιν, ἀλλοιοῦν
διὰ τῶν ἐναντίων, τὸ μὲν παχὺ καὶ γλίσχρον λεπτύνοντα,
τὸ δὲ λεπτὸν παχύνοντα, κοινῇ δ’ ἄμφω πέττοντα,
τὰς δ’ ἐμφράξεις διαῤῥίπτοντα, τὰ δ’ ὅλῳ τῷ
γένει παρὰ φύσιν, οἷά τε τὰ δηλητήρια καὶ οἱ ἰοὶ τῶν
ἰοβόλων ζώων, ἀλλοιοῦντα καὶ κενοῦντα, τὰς μὲν ἀλλοιώσεις
Work
Title: De Constitutione Artis Medicae ad Patrophilum
English: On the Composition of the Art of Medicine
Original: Πρὸς Πατρόφιλον περὶ συστάσεως ἰατρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 224-304
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_024.xml [157 Kb]