De Temperamentis (On Mixtures)
Kühn 1821
σύστασις ἐξ αἵματος αὐτῷ καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν
χρημάτων. ἀεὶ δὲ καὶ μᾶλλον τούτων ξηρῶν γινομένων,
ὑμένες μὲν πρῶτον διαπλάττονται, καὶ χιτῶνες, καὶ σπλάγχνα,
καὶ ἀγγεῖα, τελευταῖα δὲ ὀστᾶ, καὶ ὄνυχες, καὶ χόνδροι
πηγνυμένης ἀποτελοῦνται τῆς οὐσίας· πρὶν γὰρ ἤτοι δύνασθαι
τείνεσθαι τὴν ὑποβεβλημένην οὐσίαν, ἢ πήγνυσθαι,
τῶν εἰρημένων οὐδὲν ἐγχωρεῖ γενέσθαι. χιτῶνες μὲν οὖν,
καὶ ὑμένες, ἀρτηρίαι τε, καὶ νεῦρα, καὶ φλέβες, τεινομένης
αὐτῆς, ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ ὄνυχες, καὶ ὁπλαὶ, καὶ
σπλάγχνα πηγνυμένης ἀποτελοῦνται. τελειωθέντων δ’
οὕτω, τίκτεται μὲν ἐφεξῆς ἐν τῇ κυήσει. ἔτι δ’ ὑγρὸν
ἐσχάτως ἐστὶν ὥσπερ βρύον, οὐκ ἀγγείοις μόνον, καὶ σπλάγχνοις,
καὶ σαρξὶν, ἀλλὰ καὶ αὐτοῖς τοῖς ὀστοῖς, ἃ δὴ ξηρότατα
τῶν ἐν ἡμῖν ὑπάρχει μορίων. ἀλλ’ ὅμως καὶ ταῦτα
καὶ ὅλα σὺν αὐτοῖς τὰ κῶλα διαπλάττουσιν αἱ τροφοὶ τῶν
βρεφῶν, ὥσπερ κήρινα. τοσαύτη τις ὑγρότης ἐστὶν ἐν
ἅπαντι τῷ σώματι τῶν παιδίων. ἀλλὰ καὶ εἰ νέον ἱερεῖον
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]