De Temperamentis (On Mixtures)
Kühn 1821
μηδὲ ταῦτ’ ὁμολογῶμεν εἶναι νοσήματα. πρὸς δὴ τοὺς τοιούτους
λόγους ἀπομαχόμενοί τινες τῶν ἀπ’ Ἀθηναίου τοῦ
Ἀτταλέως ὁμόσε χωροῦσιν, οὔτε κατάστασιν ὑγρὰν καὶ
θερμὴν μέμφεσθαι λέγοντες, οὔθ’ εὑρεθῆναί τι νόσημα
φάσκοντες ὑγρὸν καὶ θερμὸν, ἀλλὰ πάντως ἢ θερμὸν καὶ
ξηρὸν ὑπάρχειν, ὡς τὸν πυρετὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ὡς
τὸν ὕδερον, ἢ ψυχρὸν καὶ ξηρὸν, ὡς τὴν μελαγχολίαν. ἐπιμέμνηνται
δ’ ἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ ἔτους, ὑγρὸν μὲν
καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες, ξηρὸν δὲ καὶ θερμὸν
τὸ θέρος, καὶ ψυχρὸν καὶ ξηρὸν τὸ φθινόπωρον, εὔκρατον
δ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν καλοῦσι τὸ ἔαρ· οὕτω
δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν εὔκρατόν τε καὶ θερμὴν
καὶ ὑγρὰν εἶναί φασι. δηλοῦσθαι δὲ τὴν εὐκρασίαν αὐτῆς
νομίζουσι κᾀκ τῶν ἐνεργειῶν τῆς φύσεως, ἐῤῥωμένων τηνικαῦτα
μάλιστα. καὶ μὲν δὴ καὶ τὸν θάνατόν φασιν εἰς
ξηρότητα καὶ ψύξιν ἄγειν τὰ τῶν ζώων σώματα. καλεῖσθαι
γοῦν ἀλίβαντας τοὺς νεκροὺς, ὡς ἂν μηκέτι λιβάδα καὶ
ὑγρότητα κεκτημένους οὐδεμίαν, ἐξατμισθέντας ἅμα διὰ
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]