De Temperamentis (On Mixtures)
Kühn 1821
τὸ μὲν γὰρ τοῦ ζῶντος σῶμα, τῷ τοῦ νεκροῦ παραβαλλόμενον,
ὑγρότερόν ἐστι καὶ θερμότερον. οἷον, εἰ τύχοι,
λέων ζῶν λέοντος τεθνεῶτος, ἢ αὐτὸς ἑαυτοῦ τις, ἢ ἕτερος
ἑτέρου θερμότερός ἐστι καὶ ὑγρότερος. καὶ διὰ τοῦτ’
εἴρηται πρὸς τῶν παλαιῶν, ὑγρόν τε εἶναι καὶ θερμὸν τὸ
ζῶον, οὐχ ὡς ἢ τῆς ὑγρότητος ἐν αὐτῷ πλεονεκτούσης ἁπλῶς,
ἢ τῆς θερμότητος. οὕτως μὲν γὰρ εὑρεθήσεται πάμπολλα
ζῶα ψυχρὰ καὶ ξηρὰ, καθάπερ ἐμπίδες τε καὶ κώνωπες,
καὶ μυῖαι, καὶ μέλιτται, καὶ μύρμηκες, ἀλλ’ ὡς τοῖς
τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ μέλιττα ζῶσα τεθνεώσης
μελίττης ὑγροτέρα τέ ἐστι καὶ θερμοτέρα, καὶ μύρμηξ
μύρμηκος. ἀνθρώπῳ μέντοι παραβαλλόμενα, καὶ ἵππῳ, καὶ
βοῒ, καὶ τοῖς ἄλλοις ζώοις τοῖς ἐναίμοις, ἅπαντα τὰ τοιαῦτα
ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶσίν ἐστιν. καὶ μὲν δὴ κᾂν
εἰ πρὸς τὴν ὅλην οὐσίαν ἀποβλέπων ἐξετάζοις, οὐδ’ οὕτως
ἐκπέπτωκε τοῦ ξηρά τε εἶναι ταῦτα καὶ ψυχρά. ὥσπερ
γὰρ καθ’ ἕκαστον γένος, ὅταν ἐξίστηταί τι τῆς μεσότητος,
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]