De Temperamentis (On Mixtures)
Kühn 1821
ταῖς ἡλικίαις προελήλυθεν. ἡ δ’ ἀκμὴ μάλιστα πάντων
τῶν ζώων ἐν τῷ μέσῳ καθέστηκε τῶν ἀκροτήτων, οὔτ’ εἰς
ἔσχατον ἥκουσα ξηρότητος, ὡς τὸ γῆρας, οὔτ’ ἐν ὑγρότητι
καὶ πλάδῳ πολλῷ καθεστῶσα, καθάπερ ἡ τῶν βρεφῶν
ἡλικία. τί δὴ οὖν ἔνιοι τῶν ἐλλογίμων ἰατρῶν ὑγρὸν
ἀπεφήναντο τὸ γῆρας; ἢ δηλονότι τῷ πλήθει τῶν περιττωμάτων
ἀπατηθέντες; οἵ τε γὰρ ὀφθαλμοὶ δακρύουσιν αὐτοῖς,
αἵ τε ῥῖνες ἀναπίμπλανται κορύζης, ἔν τε τῷ στόματι σιέλου
πλῆθος ἀθροίζεται, ἀλλὰ καὶ βήττουσι, καὶ ἀναπτύουσι
φλέγμα, δηλοῦντες ἄρα καὶ τὸν πνεύμονα μεστὸν εἶναι
τοιούτου χυμοῦ· καὶ ἡ γαστὴρ δὲ αὐτοῖς πεπλήρωται φλέγματος,
ἕκαστόν τε τῶν ἄρθρων ὑπόμυξον. ἀλλ’
οὐδὲν τούτων ἐναντιοῦται τῷ ξηρὰ τὰ τῶν γηρώντων εἶναι
σώματα. τὰ μὲν γὰρ νεῦρα, καὶ τὰς ἀρτηρίας, καὶ τὰς φλέβας,
καὶ τοὺς ὑμένας, καὶ τοὺς χιτῶνας ἁπάντων τῶν ὀργάνων ξηρότερα
μὲν εὑρήσεις τῶν πρόσθεν πολὺ, περιπεπλασμένον δ’
αὐτοῖς ἔνδοθέν τε καὶ ἔξωθεν ἤτοι φλεγματώδη τινὰ χυμὸν, ἢ
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]