De Temperamentis (On Mixtures)
Kühn 1821
ἀποδείξεως ἐλέγομεν. σὺ δὲ ἴσως αἱρήσῃ τὴν ἐπίτομον, οὐδὲν
φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ
βαδίσων, ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν ἢ τέτταρσιν
ἐξευρήσεις τὸ ζητούμενον, ἀλλ’ ἐν παντὶ τῷ βίῳ φυλάξεις
τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν
ἀνδρῶν, οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδ’ εὔλογον
ὅλως ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα. κρίνωμεν
οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα, τό γε κατ’ ἐνέργειαν
ἤδη τοιοῦτο, καὶ μηκέτι δυνάμει, παρέντες τήν τε
κρίσιν πρώτην, τά τ’ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ
σὲ μὲν ὡς εὖ κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δ’
ἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτόμενος
σωμάτων ἐπιμελῶς, οὐ παίδων μόνων, ἢ βρεφῶν, ἀλλὰ
καὶ μειρακίων καὶ ἀκμαζόντων, εὕρισκον οὐδετέρους ἀληθεύοντας,
οὔτε τοὺς θερμότερον ἁπλῶς, οὔτε τοὺς ψυχρότερον
εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]