De Temperamentis (On Mixtures)
Kühn 1821
εὐκρασίας ἐγκεφάλου γνώρισμα. κατὰ τοῦτον οὖν τὸν τρόπον
ἀεὶ χρὴ σκοπεῖσθαι περὶ κράσεως, ἕκαστον ἰδίᾳ μόριον ἐξετάζοντα,
καὶ μὴ περὶ πάντων ἀποφαίνεσθαι τολμᾷν ἐξ ἑνὸς,
ὥσπερ ἐποίησαν ἔνιοι, τοὺς μὲν σιμοὺς ὑγροὺς εἶναι φάμενοι,
τοὺς δὲ γρυποὺς ξηροὺς, καὶ οἶς μὲν οἱ ὀφθαλμοὶ μικροὶ, ξηροὺς,
οἷς δὲ μεγάλοι, ὑγρούς. τοῦτο μὲν οὖν καὶ διαπεφώνηται
πρὸς αὐτῶν. οἱ μὲν γάρ τινες ὑποθέμενοι, τῶν ὑγρῶν εἶναι μορίων
τοὺς ὀφθαλμοὺς, ἐν οἷς ἂν μείζους εὑρίσκωσιν, ὑγρότητα
κράσεως ἐν τούτοις κρατεῖν ὑπολαμβάνουσιν. ἔνιοι δὲ, τῇ
ῥώμῃ τοῦ θερμοῦ κατὰ τὴν πρώτην διάπλασιν ἀναπνεύσαντος
ἀθροώτερόν τε καὶ πλεῖον, οὐκ ὀφθαλμοὺς μόνον,
ἀλλὰ καὶ τὸ στόμα καὶ τοὺς ἄλλους ἅπαντας πόρους γενέσθαι
φασὶ μείζονας, ὅθεν οὐχ ὑγρότητος, ἀλλὰ θερμότητος
εἶναι γνώρισμα. ἀμφότεροι δὲ διαμαρτάνουσι τῆς ἀληθείας,
ἑνὶ μὲν καὶ κοινῷ λόγῳ, διότι περὶ παντὸς τοῦ σώματος ἐξ ἑνὸς
ἀποφαίνεσθαι τολμῶσι μορίου· κατὰ δὲ δεύτερον τρόπον, ὅτι
τῆς διαπλαστικῆς ἐν τῇ φύσει δυνάμεως οὐ μέμνηνται, τεχνικῆς
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]