De Temperamentis (On Mixtures)
Kühn 1821
σμικρὸν, ὡς λανθάνειν τὴν αἴσθησιν. οὐδὲ γὰρ ὁ τμητικώτατος σίδηρος εἰ τὸν μαλακώτατον τέμνει κηρὸν δι’ ὅλης ἡμέρας καὶ νυκτὸς, ἀδύνατον αὐτῷ μὴ οὐκ ἀμβλὺν γενέσθαι σαφῶς. οὕτω δή που κᾀκεῖνο καλῶς εἰρῆσθαι δοκεῖ,
Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ.καὶ γὰρ καὶ φαίνεται γινόμενον οὕτως. ἀλλ’ ἐπὶ μὲν μιᾶς ἢ καὶ δευτέρας προσβολῆς οὐδὲν οὔπω σαφὲς ἐν τοῖς τοιούτοις ἰδεῖν ἐστιν. ὅθεν, οἶμαι, καὶ τὸ μηδ’ ὅλως πάσχειν ἔνια πρὸς τῶν ὁμιλούντων ἐδοξάσθη τισί· καὶ συγχωρητέον γε τοῖς οὕτω λέγουσι. πολλάκις δὲ καὶ αὐτοὺς ἡμᾶς ὁμοίως ἐκείνοις λεκτέον ἐστὶ τὰ πολλά· πλὴν εἴ ποτε μέχρι τῆς ἐσχάτης ἀκριβείας ἀνάγοιμεν τὸν λόγον, ὥσπερ ἐν τῷ παρόντι ποιοῦμεν. οὕτως οὖν καὶ τὸ τῆς ἀειπαθείας δόγμα, τῷ λόγῳ μὲν αὐτῷ μόνῳ σκοποῦσιν, ἰσχυρὰν ἔχει τὴν ἀπόδειξιν. οὐ μὴν χρεία γέ τίς ἐστιν αὐτοῦ πρὸς τὰς κατὰ μέρος πράξεις. ἂν γὰρ οὕτω μικρά τινα περὶ ἡμᾶς ᾖ
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]