De Temperamentis (On Mixtures)
Kühn 1821
καὶ γενομένων αἷμα χρηστὸν, θερμότερον αὖθις ἑαυτοῦ γίνεσθαι
τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ γενέσει; καὶ μὴν
εἰ μηδὲν τούτων μήτ’ ἀδύνατόν ἐστι, μήτε θαυμαστὸν ἔτι,
παυσάσθωσαν οἱ μὴ συγχωροῦντες, ἓν καὶ ταὐτὸ ἔδεσμα καὶ
τὴν ὡς τροφῆς καὶ τὴν ὡς φαρμάκου χρείαν τῷ ζώῳ
παρέχειν. ὡς γὰρ, εἰ καὶ μηδ’ ὅλως ἐπέφθη, διὰ παντὸς
ἂν ἐφυλάχθη φάρμακον, οὕτω πεφθὲν ἄμφω γίνεται. φέρε
γὰρ μηδ’ ὅλως πεφθῆναι τὴν θριδακίνην, ἢ, νὴ Δία, τὸν
χυλὸν αὐτῆς, ἐπειδὴ καὶ παραπλήσια τῷ τοῦ μήκωνος ὀπῷ
δρᾷ εἰς τὸν ἄνθρωπον, εἰ πάμπολυς ληφθείη, ἆρ’ οὖν
φάρμακον ἔσται τηνικαῦτα μόνον, ἄλλο δ’ οὐδέν; οὐκ οἶμαί
τινα περί γε τούτου ἀμφισβητήσειν. ὥστ’ ἔχει πάντως
καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἡ θριδακίνη. ἀλλὰ μὴν ἔσχε
καὶ τὴν τῆς τροφῆς· ἔθρεψε γὰρ πολλάκις. ὥστ’ ἀμφοτέρας
μὲν ἅμα τὰς δυνάμεις ἐν ἑαυτῇ περιέχει, δείκνυσι δ’
οὐχ ὁμοίως ἀμφοτέρας, ἀλλ’ ἐπειδὰν μὲν αὐτὴ πλέον ἐνεργῇ
περὶ τὸν ἄνθρωπον ἢ πάσχῃ, τὴν ὡς φαρμάκου μᾶλλον
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]