Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Kühn 1821

αἵματος ἔγγονος· εὐσαρκία δὲ φύσεως εὐκράτου γνώρισμα. πάντως μὲν οὖν οἱ πολύσαρκοι καὶ τὴν πιμελὴν εὐθέως ἔχουσι πλείονα τῶν εὐκράτων· οὐ μὴν ἀνάλογος ἀεὶ ταῖς σαρξὶν ἡ πιμελὴ συναύξεται, ἀλλ’ ἔστιν ἰδεῖν τῶν παχέων τοὺς μὲν τὴν σάρκα πλείονα, τοὺς δὲ τὴν πιμελὴν ἔχοντας, ἐνίοις δὲ ὁμοίως ἄμφω συνηύξηται. τούτοις μὲν οὖν, οἷς ὁμοίως ἄμφω συνηύξηται, τοσούτῳ πλέον ὑγρόν ἐστιν ὑπὲρ τὴν εὔκρατον φύσιν, ὅσον καὶ ψυχρόν. οἷς δ’ ἡ πιμελὴ πλείων, τὸ ψυχρὸν ἐπὶ τούτων πλέον ἐστὶν, ἤπερ τὸ ὑγρόν· ὥσπερ οἷς ἡ σὰρξ πλείων, ὑγρότης μέν ἐστι τοῦ δέοντος πλείων, οὐ μὴν καὶ ψύξις. ὅταν γὰρ, ἐν τοῖς οἰκείοις ὅροις μένοντος τοῦ θερμοῦ, προσγένηταί τις αἵματος χρηστοῦ πλεονεξία, πολυσαρκίαν ἀναγκαῖον ἀκολουθῆσαι. τὸ δὲ, ὅσῳ χρὴ πλέον εἶναι τοῦ συμμέτρου τὸ αἷμα, μέτρῳ μὲν οὐχ οἶόν τε μηνῦσαι καὶ σταθμῷ, λόγῳ δ’ ἐγχωρεῖ διελθεῖν. ὡς ἐπειδὰν μήπω νοσῶδες μηδὲν γένηται τῷ τοῦ ζώου σώματι σύμπτωμα παχυνομένῳ, τὸ πλῆθος τῆς ὑγρότητος τηνικαῦτα τῶν τῆς ὑγείας ὅρων ἐντός ἐστιν.

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 509-694

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_025.xml [353 Kb]