De Temperamentis (On Mixtures)
Kühn 1821
τρέφειν ἤδη δύναται τὸ σῶμα· πρὶν δὲ τῆς ἐν
τούτοις μεταβολῆς ἐπιτυχεῖν, οὐχ οἷόν τ’ αὐτὸν τροφὴν
ζώου γενέσθαι, κᾂν εἰ δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐπικείμενος
ἔξωθεν εἴη τῷ σώματι. πολὺ δέ τι μᾶλλον ἄρτος
ἔξωθεν ἐπικείμενος, ἢ τεῦτλον, ἢ μάζα, τρέφειν ἀδύνατον.
τὰ μὲν οὖν ὁμοιούμενα πάντῃ τροφαί· τὰ δ’ ἄλλα σύμπαντα
φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις.
ἢ γὰρ οἷα προσελήφθη διαμένοντα, νικᾷ καὶ μεταβάλλει τὸ
σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ ταῦτα πάντως
φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζώου φύσεώς
ἐστιν· ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα, σήπεται
τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται, κἄπειτα συνδιαφθείρει
τε καὶ σήπει τὸ σῶμα. δηλητήρια δέ ἐστιν ἔτι καὶ
ταῦτα. τρίτον δ’ ἐστὶν ἐπ’ αὐτοῖς εἶδος φαρμάκων, τῶν
ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων.
καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι, καὶ πάσχοντα,
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]