De Temperamentis (On Mixtures)
Kühn 1821
ἁπλῶς ὥσπερ θερμὸν φάρμακον, ἀλλ’ ὡς οἰκεία τροφὴ,
θερμαῖνον τὸ ζῶον. ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ
τὸ πῦρ αὔξουσιν, οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων
ὅ τί περ ἂν οἰκεία τε καὶ σύμφυτος ὑπάρχῃ τροφὴ, ῥώσει
τε διὰ παντὸς αὐτὰ, καὶ τὴν ἔμφυτον αὐξήσει θερμασίαν.
καὶ τοῦτο μὲν ἁπάσης τροφῆς κοινόν. οἴνῳ δ’ ἴδιον ἐξαίρετον
ὑπάρχει τὸ τάχος τῆς μεταβολῆς, ὡς δᾳδὶ, καὶ
θρυαλλίδι, καὶ στυππείῳ, καὶ πίττῃ. καὶ δὴ καὶ τῆς εἰκόνος
ἐχόμενοι τοῦ πυρὸς, ἀναμνήσομεν αὖθις ξύλων ὑγρῶν, ἃ
τροφὴ μέν ἐστι καὶ αὐτὰ τοῦ πυρὸς, ἀλλ’ οὐκ εὐθὺς, οὐδ’
ἐκ τοῦ παραχρῆμα. καὶ διὰ τοῦτο ἐπιβληθέντα πολλὰ
τῷ πυρὶ κατακρύπτει τε τὴν φλόγα, καὶ μάλιστ’, ἂν ἀσθενὴς
ὑπάρχῃ καὶ σμικρὰ, κίνδυνον ἐπάγει φθορᾶς. οὕτως
οὖν κᾀν τοῖς ζώοις, ὅσα τῶν ἐδεσμάτων, ἵν’ ἐξομοιωθῇ τελέως
καὶ θρέψῃ τὸ σῶμα, χρόνου δεῖται, ψύχος μᾶλλον
ἐπάγειν ἢ θάλπος ἐν τῷ παραχρῆμα φαίνεται. θερμαίνει
μὴν ἐν τῷ χρόνῳ καὶ ταῦτα, παραπλησίως τοῖς ἄλλοις ἐδέσμασιν,
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]