De Temperamentis (On Mixtures)
Kühn 1821
καὶ ὁ χρόνος. ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ
δ’ ἡ κρίσις διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι
ψύχειν ἢ θερμαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν
δήπου καὶ καθ’ ἑαυτό γε καὶ δι’ ἑαυτὸ τοιοῦτο· τὸ δ’ ἐν
τῷ χρόνῳ, τάχ’ ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτ’ ἄγοιτο,
καθάπερ ἐπὶ τετάνου, θέρεος μέσου, νέῳ εὐσάρκῳ, ὕδατος
ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιεῖται. ἀλλ’
ὅτι γε μὴ καθ’ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ
τῆς πρώτης προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως, καὶ
μὲν δὴ καὶ ψύχει τὸ δέρμα, μέχρις ἂν ἐπιχέηται τούτῳ, καὶ
τὴν θερμασίαν οὔτ’ ἐπὶ πάντων σωμάτων. οὔτ’ ἐν τῷ καταχεῖσθαι
παρέχεται, ἀλλ’ ἐπὶ μόνων εὐσάρκων νέων, ἐν
θέρει μέσῳ, μετὰ τὸ παύσασθαι καταχέοντας ὥσπερ οὖν
οἷς προσπίπτει τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ παραχρῆμα ψύχει
ταῦτα, κᾂν ἔμψυχα, κᾂν ἄψυχα σώματα ὑπάρχῃ, κᾂν θερμὰ,
κᾂν ψυχρὰ, κατὰ τὸν αὐτὸν τρόπον, εἴ τις ἦν χρόνος,
ἢ φύσις σώματος, ἢ διάθεσις, ἐφ’ ἧς αἴσθησιν ἔφερε τὸ ψυχρὸν
ὕδωρ εὐθὺς ἅμα τῷ προσπίπτειν θερμότητος, εὐλόγως
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]