De Temperamentis (On Mixtures)
Kühn 1821
πλεῖστον εἴρηται. τὸ δ’ οὖν εἰς τὰ παρόντα χρηστὸν ἤδη
φαίνεται, διότι χρὴ σκοπεῖσθαι τῶν ἀνθρώπων τὰς κράσεις,
ἕκαστον τῶν μορίων ἐξετάζοντα καθ’ ἑαυτὸ, καὶ μὴ νομίζειν.
εἴ τῳ δασὺς ὁ θώραξ, ὅλον ἐξ ἀνάγκης τούτῳ τὸ σῶμα θερμότερόν
τε καὶ ξηρότερον ὑπάρχειν, ἀλλ’ ἐν τῇ καρδίᾳ τὸ
θερμὸν εἶναι πλεῖστον, διὸ καὶ θυμικόν· δύνασθαι δ’
ἐνίοτε δι’ αὐτὸ τοῦτο μὴ ὁμοίως ἅπαν αὐτοῖς τὸ σῶμα
θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὅτι πλεῖστον ἀνέπνευσεν ἐνταῦθα,
καὶ πρὸς τὸ περιέχον ἐξεκενώθη τὸ θερμόν. εἰ μὲν
γὰρ ὅλη τοῦ σώματος κρᾶσίς ἐστιν ὁμαλὴ, εὐθὺς ἂν εἴη
τούτοις αὐτὸς σύμπας ὁ θώραξ εὐρύτατος, αἵ τε φλέβες
εὐρεῖαι, καὶ αἱ ἀρτηρίαι μεγάλαι τε ἅμα καὶ μέγιστον καὶ
σφοδρότατον σφύζουσαι, καὶ τρίχες πολλαὶ καθ’ ὅλον τὸ
σῶμα, καὶ αἱ τῆς κεφαλῆς εὐαυξέσταται μὲν καὶ μέλαιναι
καὶ οὖλαι κατὰ τὴν πρώτην ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ
χρόνῳ φαλάκρωσις ἀκολουθήσει. καὶ μὲν δὴ καὶ σύντονον,
καὶ διηρθρωμένον, καὶ μυῶδες, ἐπειδὰν ὁμαλῶς τῆς κράσεως
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]