De Temperamentis (On Mixtures)
Kühn 1821
εἰ μετὰ ξηρότητος μόνον, ἀλλ’ εἰ καὶ μεθ’ ὑγρότητος εἴη.
ἔστι δ’ οὐ ταὐτὸ, ἢ κενῶσαί τινος ὑγρότητα παρεσπαρμένην
ἔν τισι χώραις, ἢ ξηροτέραν ἀπεργάζεσθαι τὴν οἰκείαν κρᾶσιν.
ἀνώμαλος γάρ τις ἐν τοῖς φλεγμαίνουσι μορίοις γίνεται
δυσκρασία, τῶν μὲν ὁμοιομερῶν σωμάτων οὔπω τῆς οἰκείας
ἐξεστηκότων φύσεως, ἀλλ’ ἔτι μεταβαλλομένων τε καὶ
ἀλλοιουμένων, ἐμπεπλησμένων δὲ τοῦ ῥεύματος ἁπάντων
τῶν μεταξὺ χώρων. ἅπαντα οὖν, ὅσα θερμὰ καὶ ὑγρὰ τὴν
κρᾶσίν ἐστιν, προσαγόμενα τοῖς οὕτω διακειμένοις, ἐκκενοῖ
μὲν τὸ περιττὸν ἐκεῖνο, τὸ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν
κατειληφός· αὐτὰ δὲ τὰ σώματα τοσούτου ἀποδεῖ τοῦ
ξηραίνειν, ὥστε καὶ προσδίδωσιν αὐτοῖς ὑγρότητα. τὸ μὲν
οὖν ἀληθὲς ὧδ’ ἔχει. δεῖ δὲ τοῖς εἰρημένοις ἀποδείξεως,
ἣν μακροτέραν τε εἶναι νομίζων, ἢ ὥστε προσγράφεσθαι
κατὰ τόνδε τὸν λόγον, ἔτι δὲ ἀκροατοῦ δεομένην ἐπισταμένου
περὶ φαρμάκων δυνάμεως, ἀναβάλλομαι τό γε νῦν
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]