De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
τῆς γαστρὸς δ’ ὀρεγομένης καὶ κενῆς ὑπαρχούσης,
ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην μεθίσταται· ὥσπερ, εἰ κᾀν
ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιμεν, εἰ
μὲν ὁμοίως εἴημεν δεόμενοι, περιγίνεσθαι τὸν ἰσχυρότερον
εἰκός· εἰ δ’ οὗτος μὲν ἐμπεπλησμένος εἴη, καὶ διὰ τοῦτο
ἀμελῶς κατέχων τὰ περιττὰ, ἢ καί τινι μεταδοῦναι ποθῶν,
ὁ δ’ ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυμα
τοῦ μὴ πάντα λαβεῖν αὐτόν. οὕτω καὶ ἡ γαστὴρ ἐκ τοῦ
ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ μὲν ἱκανῶς ὀρέγοιτο
τροφῆς, ἐμπεπλησμένον δ’ εἴη τὸ σπλάγχνον. καὶ τοῦ γε μὴ
πεινῇν ἐνίοτε τὸ ζῶον ἡ περιουσία τῆς ἐν τῷ ἥπατι τροφῆς
αἰτία. κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιμοτέραν τροφὴν ἡ
γαστὴρ οὐδὲν δεῖται τῆς ἔξωθεν. εἰ δέ γέ ποτε δέοιτο
μὲν, ἀποροίη δὲ, πληροῦται περιττωμάτων. ἰχῶρες δέ τινές
εἰσι ταῦτα, χολώδεις τε καὶ φλεγματώδεις καὶ ὀῤῥωδεις,
οὓς μόνους ἑλκούσῃ μεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ
αὐτὸ δέηται τροφῆς. ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ μόρια
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]