De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἐμβάλλοντας εἰς τὸν τράχηλον, νῦν οὖν, εἰ καὶ μὴ πρότερον,
ᾠήθημεν ἀπάξειν τε τῶν ψευδῶς ὑπειλημμένων ἐπί
τε τἀναντία μεταστήσειν αὐτίκα. οἱ δὲ καὶ πρὸς τοῦτο
ἀντιλέγειν ἐτόλμων, οὐδὲν εἶναι θαυμαστὸν εἰπόντες, ἐν
ἐκείνοις μὲν, ὡς ἂν στεγανωτέροις οὖσιν, ἐπιπλέον ὑπομένειν
τὸ σπέρμα, κατὰ δὲ τοὺς ἀπὸ τῶν νεφρῶν, ὡς ἂν ἱκανῶς
ἀνευρυσμένους, ἐκρεῖν διὰ ταχέων. ἡμεῖς οὖν ἠναγκάσθημεν
αὐτοῖς τοῦ λοιποῦ δεικνύειν εἰσρέον τῇ κύστει διὰ τῶν οὐρητήρων
τὸ οὖρον ἐναργῶς ἐπὶ ζῶντος ἔτι τοῦ ζώου, μόγις
ἂν οὕτω ποτὲ τὴν φλυαρίαν αὐτῶν ἐπισχεῖν ἐλπίζοντες.
ὁ δὲ τρόπος τῆς δείξεώς ἐστι τοιόσδε. διελεῖν χρὴ τὸ πρὸ
τῶν οὐρητήρων περιτόναιον, εἶτα βρόχοις αὐτοὺς ἐκλαβεῖν
ἰδίᾳ, κᾄπειτ’ ἐπιδήσαντας ἐᾶσαι τὸ ζῶον· οὐ γὰρ ἂν
οὐρήσειεν ἔτι. μετὰ δὲ ταῦτα λύειν μὲν τοὺς ἔξωθεν δεσμοὺς,
δεικνύειν δὲ κενὴν μὲν τὴν κύστιν, μεστοὺς δ’ ἱκανῶς
καὶ διατεταμένους τοὺς οὐρητῆρας καὶ κινδυνεύοντας
ῥαγῆναι, κᾄπειτα τοὺς βρόχους αὐτῶν ἀφελόντας, ἐναργῶς
ὁρᾷν ἤδη πληρουμένην οὔρου τὴν κύστιν. ἐπὶ δὲ τούτῳ
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]