De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
τῷ σώματι διακρινόμενον πρὸς τὸ ὁμόφυλον ἕκαστον ἰέναι.
καίτοι πρό γε τῆς διακρίσεως αἷμα φαίνεται γινόμενος ὁ πᾶς
ἄρτος. εἰ γοῦν παμπόλλῳ τις χρόνῳ μηδὲν ἄλλο εἴη σιτίον
προσφερόμενος, οὐδὲν ἧττον ἐν ταῖς φλεψὶν αἷμα περιεχόμενον
ἕξει. καὶ φανερῶς τοῦτο τὴν τῶν ἀμετάβλητα τὰ στοιχεῖα
τιθεμένων ἐξελέγχει δόξαν· ὥσπερ γ’, οἶμαι, καὶ τοὔλαιον
εἰς τὴν τοῦ λύχνου φλόγα καταναλισκόμενον ἅπαν,
καὶ τὰ ξύλα πῦρ μικρὸν ὕστερον γινόμενα. καίτοι τό γ’
ἀντιλέγειν αὐτοῖς ἠρνησάμην, ἀλλ’ ἐπεὶ τῆς ἰατρικῆς ὕλης
ἦν τὸ παράδειγμα, καὶ χρήζω πρὸς τὸν παρόντα λόγον αὐτοῦ,
διὰ τοῦτ’ ἐμνημόνευσα. καταλιπόντες οὖν, ὡς ἔφην,
τὴν πρὸς τούτους ἀντιλογίαν, τοῖς βουλομένοις τά τε παρὰ
τῶν παλαιῶν ἐκμανθάνειν, κᾀξ ὧν ἡμεῖς ἰδίᾳ περὶ αὐτῶν
ἐπεσκέμμεθα τὸν ἑξῆς λόγον ἅπαντα ποιησόμεθα, ζητοῦντες,
ὑπὲρ ὧν ἐξ ἀρχῆς προὐθέμεθα, πόσαι τε καὶ τίνες εἰσὶν αἱ
τῆς φύσεως δυνάμεις, καὶ τί ποιεῖν ἔργον ἑκάστῃ πέφυκεν.
ἔργον δὲ δηλονότι καλῶ τὸ γεγονὸς ἤδη καὶ συμπεπληρωμένον
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]