De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ῥεῖ, τὸ δ’ αἱματῶδες διὰ τῆς κοίλης φέρεται κάτω.
κατέγνωσται οὖν ἤδη καὶ ἥδε ἡ δόξα. διὰ τί γὰρ, ἀπὸ τῆς
κοίλης μυρίων ἐκπεφυκυιῶν φλεβῶν, αἷμα μὲν εἰς τὰς ἄλλας
ἁπάσας, ἡ δ’ ὀῤῥώδης ὑγρότης εἰς τὰς ἐπὶ τοὺς νεφροὺς
φερομένας ἐκτρέπεται; τοῦτ’ αὐτὸ τὸ ζητούμενον οὐκ
εἰρήκασιν, ἀλλὰ τὸ γινόμενον εἰπόντες μόνον οἴονται τὴν
αἰτίαν ἀποδεδωκέναι. πάλιν οὖν, τὸ τρίτον τῷ σωτῆρι, τὴν
χειρίστην ἁπασῶν δόξαν, ἐξευρημένην δὲ νῦν ὑπὸ Λύκου
τοῦ Μακεδόνος, εὐδοκιμοῦσάν τε διὰ τὸ καινὸν, ἤδη λέγωμεν.
ἀπεφῄνατο γὰρ δὴ ὁ Λύκος οὗτος, ὥσπερ ἐξ ἀδύτου
τινὸς χρησμὸν ἀποφθεγγόμενος, περίττωμα τῆς τῶν
νεφρῶν θρέψεως εἶναι τὸ οὖρον. ὅτι μὲν οὖν αὐτὸ τὸ πινόμενον
ἅπαν οὖρον γίνεται, πλὴν εἴ τι κατὰ τῶν διαχωρημάτων
ὑπῆλθεν, ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν, ἢ κατὰ τὴν
ἄδηλον διαπνοὴν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν
καθ’ ἑκάστην ἡμέραν οὐρουμένων. ἐν χειμῶνι δὲ μάλιστα
μαθεῖν ἐστιν ἐπὶ τῶν ἀργούντων μὲν, κωθωνιζομένων δὲ,
καὶ μάλιστ’ εἰ λεπτὸς ὁ οἶνος εἴη καὶ πόριμος· οὐροῦσι
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]