De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
βλάπτεσθαι τὴν ἐνέργειαν; ἢ πεισθήσεσθε ταῖς τῶν
παλαιῶν ἀποδείξεσιν; ἢ τρίτον τι καὶ μέσον ἑκατέρου τούτων
πράξετε, μήθ’ ὡς ἀληθέσι τοῖς λόγοις ἐξ ἀνάγκης πειθόμενοι,
μήτ’ ἀντιλέγοντες ὡς ψευδέσιν, ἀλλ’ ἀπορηματικοί
τινες ἐξαίφνης καὶ Πυῤῥώνειοι γενήσεσθε; καὶ μὴν, εἰ τοῦτο
δράσετε, τὴν ἐμπειρίαν ἀναγκαῖον ἡμῖν προστήσασθαι. τῷ
γὰρ ἂν ἔτι τρόπῳ καὶ τῶν ἰαμάτων εὐποροίητε, τὴν οὐσίαν
ἑκάστου τῶν νοσημάτων ἀγνοοῦννες; τί οὖν οὐκ ἐξ ἀρχῆς ἐμπειρικοὺς
ὑμᾶς αὐτοὺς ἐκαλέσατε; τί δὲ πράγματα ἡμῖν παρέχετε,
φυσικὰς ἐνεργείας ἐπαγγελλόμενοι ζητεῖν ἰάσεως
ἕνεκα; εἴπερ γὰρ ἀδύνατος ἡ γαστήρ ἐστί τινι περιστέλλεσθαι
καὶ τρίβειν, πῶς αὐτὴν εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν,
ἀγνοοῦντες τὴν αἰτίαν τῆς ἀδυναμίας; ἐγὼ μὲν γάρ
φημι, τὴν μὲν ὑπερτεθερμασμένην ἐμψυκτέον ἡμῖν εἶναι,
τὴν δ’ ἐψυγμένην θερμαντέον· οὕτω δὲ καὶ τὴν ἐξηραμμένην
ὑγραντέον, τὴν δ’ ὑγρασμένην ξηραντέον. ἀλλὰ καὶ
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]