Digital Corpus for Graeco-Arabic Studies

Galen: De Facultatibus Naturalibus (On the Natural Faculties)

Kühn 1821

μεταβολή. καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα τὸ κάτω στόμα, καὶ διεκπίπτει δι’ αὐτοῦ τὰ σιτία ῥᾳδίως, εἰ καὶ πλῆθός τι μεθ’ ἑαυτῶν ἔχοντα τύχοι λίθων, ἢ ὀστῶν, ἢ γιγάρτων, ἤ τινος ἄλλου χυλωθῆναι μὴ δυναμένου. καί σοι τοῦτ’ ἔνεστιν ἐπὶ ζώου θεάσασθαι, στοχασαμένῳ τὸν καιρὸν τῆς κάτω διεξόδου. καὶ μέν γε καὶ εἰ σφαλείης ποτὲ τοῦ καιροῦ, καὶ μηδὲν μήπω κάτω παρέρχοιτο, πεπτομένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδ’ οὕτως ἄκαρπος ἡ ἀνατομή σοι γενήσεται. θεάσῃ γὰρ ἐπ’ αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἀκριβῶς μὲν μεμυκότα τὸν πυλωρὸν, ἅπασαν δὲ τὴν γαστέρα περιστελλομένην τοῖς σιτίοις τρόπον ὁμοιότατον, ὅνπερ καὶ αἱ μῆτραι τοῖς κυουμένοις. οὐ γάρ ἐστιν οὐδέπω κενὴν εὑρεῖν χώραν, οὔτε κατὰ τὰς ὑστέρας, οὔτε κατὰ τὴν κοιλίαν, οὔτε κατὰ τὰς κύστεις ἀμφοτέρας, οὔτε κατὰ τὴν χοληδόχον ὀνομαζομένην, οὔτε τὴν ἑτέραν· ἀλλ’ εἴτε ὀλίγον εἴη τὸ περιεχόμενον ἐν αὐταῖς, εἴτε πολὺ, μεσταὶ καὶ πλήρεις αὐτῶν αἱ κοιλίαι φαίνονται, περιστελλομένων ἀεὶ τῶν χιτώνων τοῖς περιεχομένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῶον.

Work

Title: Galen: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 2

Pages: 1-214

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_026.xml [419 Kb]