De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἐπισπωμένη· τάχα γὰρ ἂν αὕτη ποτὲ τὴν ψυχὴν αὐτῶν
ἐπισπάσαιτο πιστεύειν, εἶναί τινας ἐν ἑκάστῳ τῶν σωμάτων
ἑλκτικὰς τῶν οἰκείων ποιοτήτων δυνάμεις. Ἐπίκουρος μὲν
οὖν, καίτοι παραπλησίοις Ἀσκληπιάδῃ στοιχείοις εἰς τὴν
φυσιολογίαν χρώμενος, ὅμως ὁμολογεῖ, πρὸς μὲν τῆς ἡρακλείας
λίθου τὸν σίδηρον ἕλκεσθαι, πρὸς δὲ τῶν ἠλέκτρων
τὰ κυρήβια, καὶ πειρᾶταί γε καὶ τὴν αἰτίαν ἀποδιδόναι τοῦ
φαινομένου. τὰς γὰρ ἀποῤῥεούσας ἀτόμους ἀπὸ τῶν λίθων
ταῖς ἀποῤῥεούσαις ἀπὸ τοῦ σιδήρου τοῖς σχήμασιν οἰκείας
εἶναί φησιν, ὥστε περιπλέκεσθαι ῥᾳδίως. προσκρουούσας
οὖν αὐτὰς τοῖς συγκρίμασιν ἑκατέροις, τοῖς τε τοῦ λίθου
καὶ τοῦ σιδήρου, κᾄπειτ’ εἰς τὸ μέσον ἀποπαλλομένας,
οὕτως ἀλλήλαις τε περιπλέκεσθαι καὶ συνεπισπᾶσθαι τὸν
σίδηρον. ὅτι μὲν οὖν τὸ τῶν ὑποθέσεων εἰς τὴν αἰτιολογίαν
ἀπίθανον, ἄντικρυς δῆλον, ὅμως δ’ οὖν ὁμολογεῖ τὴν
ὁλκήν. καὶ οὕτω γε καὶ κατὰ τὰ σώματα τῶν ζώων φησὶ
γίνεσθαι τάς τ’ ἀναδόσεις καὶ τὰς διακρίσεις τῶν περιττωμάτων,
καὶ τὰς τῶν καθαιρόντων φαρμάκων ἐνεργείας.
Ἀσκληπιάδης δὲ τό τε τῆς εἰρημένης αἰτίας ἀπίθανον
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]