De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἔσται δήπου τοῦ κατὰ τοὺς νεφροὺς, ὥσθ’ ὅλος μὲν ὁ
θώραξ ἐμπλησθήσεται, πνιγήσεται δ’ αὐτίκα τὸ ζῶον.
ἀλλ’ εἰ ἴσως φήσει τις γίγνεσθαι καθ’ ἕκαστον τῶν ἄλλων
μορίων περίττωμα, διὰ ποίων κύστεων ἐκκρίνεται; εἰ γὰρ
οἱ νεφροὶ τοῖς κωθωνιζομένοις τρεῖς ἢ τέτταρας ἐνίοτε χόας
ποιοῦσι περιττώματος, ἑκάστου τῶν ἄλλων σπλάγχνων
πολλῷ πλείους ἔσονται, καὶ πίθου τινὸς οὕτω μεγίστου
δεήσει τοῦ δεξομένου τὰ πάντων περιττώματα. καίτοι πολλάκις,
ὅσον ἔπιέ τις, ὀλίγου δεῖν, ἅπαν οὔρησεν, ὡς ἂν ἐπὶ
τοὺς νεφροὺς φερομένου τοῦ πόματος ἅπαντος. ἔοικεν οὖν ὁ
τὸ τρίτον ἐξαπατῶν οὕτως οὐδὲν ἀνύειν, ἀλλ’ εὐθὺς γεγονέναι
κατάφωρος, καὶ μένειν ἔτι τὸ ἐξαρχῆς ἄπορον Ἐρασιστράτῳ
τε καὶ τοῖς ἄλλοις ἅπασι, πλὴν Ἱπποκράτους.
διατρίβω δ’ ἑκὼν ἐν τῷ τόπῳ, σαφῶς εἰδὼς, ὅτι μηδὲν
εἰπεῖν ἔχει μηδεὶς ἄλλος περὶ τῆς τῶν νεφρῶν ἐνεργείας,
ἀλλ’ ἀναγκαῖον, ἢ τῶν μαγείρων ἀμαθεστέρους φαίνεσθαι,
μηδ’ ὅτι διηθεῖται δι’ αὐτῶν τὸ οὖρον ὁμολογοῦντας, ἢ
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]