De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἐπὶ τῶν νενοσηκότων καὶ σφόδρα καταλελεπτυσμένων
βασανισθῆναι. πάντα γὰρ ἐναργῶς τούτοις φαίνεται τὰ μόρια
τοῦ σώματος ἄτροφα, καὶ λεπτὰ, καὶ πολλῆς προσθήκης
τε καὶ ἀναθρέψεως δεόμενα. καὶ τοίνυν καὶ τὸ νεῦρον
τοῦτο τὸ αἰσθητὸν, ἐφ’ ᾧπερ ἐξαρχῆς ἐποιησάμην τὸν λόγον,
ἰσχνὸν μὲν ἱκανῶς γέγονε, δεῖται δὲ θρέψεως. ἔχει
δ’ ἐν αὑτῷ μέρη πάμπολλα μὲν ἐκεῖνα τὰ πρῶτα καὶ
ἀόρατα νεῦρα τὰ σμικρὰ, καί τινας ἀρτηρίας ἁπλᾶς ὀλίγας,
καὶ φλέβας ὁμοίως. ἅπαντα οὖν αὐτοῦ τὰ νεῦρα τὰ στοιχειώδη
καταλελέπτυνται δηλονότι καὶ αὐτά· ἢ, εἰ μηδ’
ἐκεῖνα, οὐδὲ τὸ ὅλον. καὶ τοίνυν καὶ θρέψεως οὕτω μὲν
ὅλον δεῖται νεῦρον, ἕκαστον δ’ ἐκείνων οὐ δεῖται. καὶ μὴν
εἰ δεῖται μὲν θρέψεως, οὐδὲν δ’ ἡ πρὸς τὸ κενούμενον
ἀκολουθία βοηθεῖν αὐτοῖς δύναται διά τε τὰς ἔμπροσθεν
εἰρημένας ἀπορίας καὶ διὰ τὴν ὑπόγυιον ἰσχνότητα, καθάπερ
δείξω, ζητητέον ἡμῖν ἐστιν ἑτέραν αἰτίαν θρέψεως.
πῶς οὖν ἡ πρὸς τὸ κενούμενον ἀκολουθία τρέφειν ἀδύνατός
ἐστι τὸν οὕτω διακείμενον; ὅτι τοσοῦτον ἀκολουθεῖν
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]