De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ξύει γε τὸ σῶμα τοῦ ζώου καὶ τὴν γῆν, εἰ κατ’ αὐτῆς ἐκχυθείη,
καὶ τινα μετὰ πομφολύγων οἷον ζύμωσίν τε καὶ ζέσιν
ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ
τῷ κατὰ φύσιν ἔχοντι χυμῷ τῷ μέλανι. καί μοι δοκοῦσιν
οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ μὲν τὸ κατὰ φύσιν
ἔχον τοῦ τοιούτου χυμοῦ, καὶ διαχωροῦν κάτω, καὶ πολλάκις
ἐπιπολάζον ἄνω, μέλανα καλεῖν χυμὸν, οὐ μέλαιναν χολήν·
τὸ δ’ ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν
ὀξεῖαν μεθιστάμενον ποιότητα μέλαιναν ὀνομάζειν χολήν.
ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὐ χρὴ διαφέρεσθαι, τὸ
δ’ ἀληθὲς ᾦδ’ ἔχον εἰδέναι. κατὰ τὴν τοῦ αἵματος γένεσιν,
ὅσον ἄν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων
φύσεως ἐμφερόμενον τῇ τροφῇ μὴ δέξηται καλῶς τὴν ἐκ
τῆς ἐμφύτου θερμασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει
τοῦτο. τὸ δ’ ὀπτηθὲν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν
τῆς τροφῆς (εἴη δ’ ἄν τοῦτο τὸ θερμότατον ἐν αὐτῇ καὶ
γλυκύτατον, οἷον τό τε μέλι καὶ ἡ πιμελὴ) ξανθὴ γενόμενον
χολὴ διὰ τῶν χοληδόχων ὀνομαζομένων ἀγγείων ἐκκαθαίρεται.
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]