De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἐμφερομένων ἰνῶν. καὶ εἴρηται μὲν καὶ Πλάτωνι περὶ τῆς
χρείας αὐτῶν· εἰρήσεται δὲ καὶ ἡμῖν ἐν ἐκείνοις τοῖς γράμμασιν,
ἐν οἷς ἂν τὰς χρείας τῶν μορίων διεξερχώμεθα.
δεῖται δὲ οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυμοῦ, μήπω πυρώδους
ἐσχάτως γεγενημένου, τὸ αἷμα. τοῦ καὶ τίς αὐτῷ
καὶ ἡ παρὰ τοῦδε χρεία, δι’ ἐκείνων εἰρήσεται. φλέγματος
δ’ οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικὸν, ὅτι ψυχρὸν
καὶ ὑγρόν ἐστι, καὶ οἷον ἡμίπεπτός τις τροφή. δεῖται
τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον, ἀλλ’ ἐν τῷ σώματι
μένον ἀλλοιοῦσθαι. τὸ δ’ ἐξ ἐγκεφάλου καταῤῥέον περίττωμα
τάχα μὲν ἂν οὐδὲ φλέγμα τις ὀρθῶς, ἀλλὰ βλένναν
τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνομάζεται, καλοίη· εἰ
δὲ μὴ, ἀλλ’ ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις
προὐνοήσατο, καὶ τοῦτ’ ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται.
καὶ γὰρ οὖν καὶ τὸ κατὰ τὴν γαστέρα τε καὶ τὰ ἔντερα
συνιστάμενον φλέγμα ὅπως ἂν ἐκκενῷτο καὶ αὐτὸ
μάλιστά τε καὶ τάχιστα, παρεσκευασμένον τῇ φύσει
μηχάνημα δι’ ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν ὑπομνημάτων.
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]