De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἐν τῷ ζώῳ ποιοτήτων· τὸ κρατεῖσθαι δ’ ἦν ἀλλοιοῦσθαι.
ἀλλ’ ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι μόρια, τὰ
δ’ ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς οἰκείας τῷ ζώῳ
τροφῆς, οὐχ ὁμοίως δὲ πάντα. κρατήσει δ’ ἄρα καὶ ἡ
γαστὴρ, καὶ ἀλλοιώσει τὴν τροφήν· οὐ μὴν ὁμοίως ἥπατι,
καὶ φλεψὶ, καὶ ἀρτηρίαις, καὶ καρδίᾳ. πόσον οὖν ἐστιν, ὃ
ἀλλοιοῖ, καὶ δὴ θεασώμεθα. πλέον μὲν ἢ κατὰ στόμα,
μεῖον δὲ ἢ κατὰ ἧπάρ τε καὶ τὰς φλέβας. αὕτη μὲν
γὰρ ἡ ἀλλοίωσις εἰς αἵματος οὐσίαν ἄγει τὴν τροφὴν, ἡ
δ’ ἐν τῷ στόματι μεθίστησι μὲν αὐτὴν ἐναργῶς εἰς ἕτερον
εἶδος, οὐ μὴν εἰς τέλος γε μετακοσμεῖ. μάθοις δ’ ἂν ἐπὶ
τῶν καταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων,
καταμεινάντων δι’ ὅλης νυκτός. οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ
ἄρτος, οὔτε κρέας ἐστὶ τὸ κρέας, ἀλλ’ ὄζει μὲν τοιοῦτον,
οἷον καὶ τὸ τοῦ ζώου στόμα· διαλέλυται δὲ καὶ διατέτηκε,
καὶ τὰς ἐν τῷ ζώῳ τῆς σαρκὸς ἀπομέμακται ποιότητας.
ἔνεστι δέ σοι θεάσασθαι τὸ μέγεθος τῆς ἐν τῷ στόματι
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]