De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
τῶν σιτίων ἀλλοιώσεως, εἰ πυροὺς μασησάμενος, ἐπιθείης
ἀπέπτοις δοθιῆσιν. ὄψει γὰρ αὐτοὺς τάχιστα μεταβάλλοντάς
τε καὶ συμπέττοντας, οὐδὲν τοιοῦτον, ὅταν ὕδατι φυραθῶσιν,
ἐργάσασθαι δυναμένους. καὶ μὴ θαυμάσῃς· τὸ γάρ τοι φλέγμα
τουτὶ τὸ κατὰ τὸ στόμα καὶ λειχήνων ἐστὶν ἄκος, καὶ σκορπίους
ἀναιρεῖ παραχρῆμα, καὶ πολλὰ τῶν ἰοβόλων θηρίων τὰ
μὲν εὐθέως ἀποκτείνει, τὰ δ’ ἐς ὕστερον· ἅπαντα γοῦν
βλάπτει μεγάλως. ἀλλὰ τὰ μὲν μεμασημένα σιτία πρῶτον
μὲν τούτῳ τῷ φλέγματι βέβρεκταί τε καὶ πεφύραται· δεύτερον
δὲ καὶ τῷ χρωτὶ τοῦ στόματος ἅπαντα πεπλησίακεν·
ὥστε πλείονα μεταβολὴν εἴληφε τῶν ἐν αὐταῖς ταῖς κεναῖς
χώραις τῶν ὀδόντων ἐσφηνωμένων. ἀλλ’ ὅσον τὰ μεμασημένα
τούτων ἐπὶ πλέον ἠλλοίωτο, τοσοῦτον ἐκείνων τὰ καταποθέντα.
μὴ γὰρ οὐδὲ παραβλητὸν εἴη τὸ τῆς ὑπερβολῆς,
εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιμεν φλέγμα, καὶ χολὴν,
καὶ πνεῦμα, καὶ θερμασίαν, καὶ ὅλην τὴν οὐσίαν τῆς
γαστέρος. εἰ δὲ καὶ συνεπινοήσαις αὐτῇ τὰ παρακείμενα
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]