De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
καὶ τοῦτο μὴ παύσασθαι γινόμενον, ἄχρις ἂν ἡ μετάληψις
ἐπὶ τὰ ἐντὸς πέρατα τῶν φλεβῶν τελευτήσῃ. αἱ μὲν δὴ
τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται. αἱ δ’ ἀπὸ τῶν ἔνδοθεν
διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρμάκοις
καὶ ταῖς χολέραις, ἰσχυρότεραί τε πολὺ καὶ μονιμώτεραι
γίνονται, καὶ διαμένουσιν, ἔστ’ ἂν καὶ ἡ περὶ τοῖς στόμασι
τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον ἕλκουσα, παραμένῃ.
αὕτη μὲν γὰρ εἰς τὸ συνεχὲς ἐκκενοῖ μόριον, ἐκεῖνο δ’ αὖ
εἰς τὸ μετ’ αὐτὸ, καὶ τοῦτ’ οὐ παύεται μέχρι τῆς ἐσχάτης
ἐπιφανείας, ὥστε, μεταδιδόντων τῶν ἐφεξῆς ἀεὶ μορίων ἑτέρων
ἑτέροις, τὸ πρῶτον πάθος ὠκύτατα διϊκνεῖσθαι μέχρι
τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κᾀπὶ τῶν εἰλεῶν. αὐτὸ μὲν
γὰρ τὸ φλεγμαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς
δριμύτητος ἀνέχεται τῶν περιττωμάτων, καὶ διὰ τοῦτ’
ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι ποῤῥωτάτω·
κωλυόμενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ
ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγμονῆς, εἰς τὰ πλησιάζοντα
τῶν ὑπερκειμένων ἐντέρων ἀπωθεῖται· καὶ οὕτως ἤδη κατὰ
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]